Ancient Greek · ~1 min
Section 4
Lysias, δήμου καταλύσεως ἀπολογία 4
Not analysed yet
ἀξιῶ δέ ὦ ἄνδρες δικασταί, ἐάνπερ φανῶ συμφορᾶς μὲν μηδεμιᾶς αἴτιος γεγενημένος, πολλὰ δὲ κἀγαθὰ εἰργασμένος τὴν πόλιν καὶ τῷ σώματι καὶ τοῖς χρήμασι, ταῦτα γοῦν μοι παρʼ ὑμῶν ὑπάρχειν, ὧν οὐ μόνον τοὺς εὖ πεποιηκότας ἀλλὰ καὶ τοὺς μηδὲν ἀδικοῦντας τυγχάνειν δίκαιόν ἐστι. μέγα μὲν οὗν ἡγοῦμαί μοι τεκμήριον εἶναι,