Ancient Greek
Dfhg-Source dfhg3_LYSIMACHUS_ALEXANDRINUS
LYSIMACHUS ALEXANDRINUS, Fragmenta 13
Not analysed yet
Ἰδίως ἕνα φησὶ παῖδα γενέσθαι τῷ Νεοπτολέμῳ, ἄλλων τρεῖς λεγόντων, Πύρρον, Μολοσσὸν, Αἰακίδην [καὶ Τρωάδα]. Λυσίμαχος δὲ ἐν τῷ δευτέρῳ τῶν Νόστων φησὶ Πρόξενον καὶ τὸν Ἀκάνθιον Νικομήδην ἐν τοῖς Λακεδαιμονικοῖς ἱστορεῖν μὲν ἐκ τῆς Ἀνδρομάχης γενέσθαι τοὺς προειρημένους, ἐκ δὲ Λεωνάσσης τῆς Κλεωδαίου Ἄργον, Πέργαμον, Πάνδαρον, Δωριέα, Ἔραον, Δανάην, Εὐρύμαχον. Φασὶ δὲ Πύρρῳ μὲν ἐγχειρίσαι τὴν βασιλείαν τὸν πατέρα, Μολοσσῷ δὲ τὴν ἐκ τῆς προσηγορίας τιμὴν προστάξαντα τὴν χώραν Μολοσσίαν ὀνομάζειν. Διὸ (sic Cobet. ; δι ̓ ᾧ codex) τὸν Αἰακίδην ὑπ ̓ αὐτῆς ὑπεκτεθῆναι (sic Cobet. ,ἐκτεθῆναι codex) Ἀνδρομάχης, πρὸς τὸ, εἰ (εἴτι cod.) διὰ τὴν ἀπαιδίαν Ἑρμιόνης καὶ τὴν ἑαυτῆς ἀσθένειαν γένοιτό τι τοῖς τέκνοις δυσχερὲς, μὴ ὑποχειρίους πάντας ληφθῆναι.