Ancient Greek
Play Epi
Machon Comic., Fragmenta 1
Not analysed yet
Ὀψοφάγος εἰμί. τοῦτο δ' ἐστὶ τῆς τέχνης
θεμέλιος ἡμῖν. προσπεπονθέναι τι δεῖ
τὸν μὴ τὰ παρατεθέντα λυμανούμενον.
πεφροντικὼς αὑτοῦ γὰρ οὐκ ἔσται κακός.
ἔπειτ' ἐπὰν ᾖ καθαρὰ τᾀσθητήρια,
οὐκ ἂν διαμάρτοις. ἕψε, καὶ γεύου πυκνά.
ἅλας οὐκ ἔχει, προσένεγκ'. ἔτ' ἐπιδεῖταί τινος
ἑτέρου, πάλιν γεύου σὺ μέχρι ἂν ἡδὺς ᾖ,
ὥσπερ λύραν ἐπίτειν' ἕως ἂν ἁρμόσῃ·
εἶθ' ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇ,
εἴσαγε διὰ πασῶν Νικολᾷδας Μυκονίας.