Ancient Greek · ~5 min
Dfhg-Source dfhg2_MAEANDRIUS_MILESIUS
MAEANDRIUS MILESIUS (LEANDER MILESIUS), Fragmenta 1
Not analysed yet
Οὐκ οἶδ ̓ ὅπως φησὶν οὐδὲν πονηρὸν ποιεῖν ταῦτα πράττειν εἶναι ὅπερ καὶ Κιλλικῶν· ὁ γάρ τοι Κιλλικῶν ἐπὶ πονηρίᾳ διαβόητός ἐστι. Φασὶ γὰρ αὐτὸν οἱ μὲν Σάμον ἢ Μίλητον προδοῦναι Πριηνεῦσι. Θεόπομπος (codd. Θεόφραστος) δὲ ἐν τῷ ιγ’ τῶν Ἱστοριῶν τῶν ἑαυτοῦ Σύρον φησὶν αὐτὸν τὴν νῆσον προδεδωκέναι Σαμίοις. Πυνθανομένων δὲ πολλάκις αὐτοῦ τινῶν τί μέλλοι ποιεῖν, ἔλεγε Πάντα ἀγαθά. Πάντα οὖν ἀγαθά φησι ποιεῖν, ὡς ἔφη καὶ Κιλλικῶν. Τῆς δὲ προδοσίας τοιαύτην ὑποσχεῖν τιμωρίαν. Θεαγένην τινὰ ἄνδρα Σύριον, τῆς νήσου τῆς ὑπὸ τοῦ Κιλλικῶντος προδοθείσης πολίτην, πρὸ πολλοῦ μετοικήσαντα εἰς τὴν Σάμον κρεοπωλεῖν καὶ οὕτως ἐπάγειν τὸν ἑαυτοῦ βίον. Ἀγανακτήσαντα δὴ ἐπὶ τῇ προδοσίᾳ τῆς πατρίδος, ἐπιστάντος τοῦ Κιλλικῶντος ὠνήσασθαι παρ ̓ αὐτοῦ κρέας, δοῦναι κρατεῖν αὐτῷ (*),ἵνα ἀποκόψῃ τὸ περιττόν. Τοῦ δὲ πεισθέντος καὶ κρατοῦντος, τοῦ Κιλλικῶντος, προφάσει τοῦ πλεονάζον ἀποκόψαι τὸ κρέας, ἐπανατεινάμενον τὴν κοπίδα κόψαι τὴν χεῖρα τοῦ Κιλλικῶντος, καὶ εἰπεῖν ὡς ταύτη τῇ χειρὶ ἑτέραν οὐ προδώσεις πόλιν. Μέμνηται δὲ Καλλίμαχος [fr. 227]· «Μὴ σύ γε, Θειόγενες, κόψῃς χέρα Κιλλικόωντος.» Ἱστορεῖ δὲ καὶ Λέανδρος ἐν δευτέρῳ Μιλησιακῶν προδοῦναι Μίλητον, καὶ ὅτε ἀνέῳξε τὰς πύλας, τῶν πολεμίων (?)πυνθανομένου τινὸς ὅ τι τοῦτο ἐποίησεν, ἀποκρίνασθαι ἀγαθὰ Κιλλικῶν.