Ancient Greek · ~5 min
Dfhg-Source dfhg2_MAEANDRIUS_MILESIUS
MAEANDRIUS MILESIUS (LEANDER MILESIUS), Fragmenta 3
Not analysed yet
Συνεβίω δὲ καὶ Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ, καθά φησι Μινύης (nomen corrupt.) . Τὰ δὲ περὶ τὸν τρίποδα φανερὰ, τὸν εὑρεθέντα ὑπὸ τῶν ἁλιέων καὶ διαπεμφθέντα τοῖς σοφοῖς ὑπὸ τοῦ δήμου τῶν Μιλησίων. Φασὶ γὰρ Ἰωνικούς τινας νεανίσκους βόλον ἀγοράσαι παρὰ Μιλησίων ἁλιέων. Ἀνασπασθέντος δὲ τοῦ τρίποδος ἀμφισβήτησις ἦν, ὥς οἱ Μιλήσιοι ἔπεμψαν εἰς Δελφούς· καὶ ὁ θεὸς ἔχρησεν οὕτως· Ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς; ὅς σοφίῃ πάντων πρῶτος, τούτου τρίποδ ̓ αὐδῶ. Διδόασιν οὖν Θαλῇ· ὁ δὲ ἄλλῳ καὶ ἄλλος ἄλλῳ ἕως Σόλωνος· ὁ δὲ ἔφη σοφίᾳ πρῶτον εἶναι τὸν θεὸν καὶ ἀπέστειλεν εἰς Δελφούς. Ταῦτα δὲ Καλλίμαχος ἐν τοῖς ἰάμβοις ἄλλως ἱστορεῖ, παρὰ Λεανδρίυ λαβὼν τοῦ Μιλησίου. Βαθυκλέα γάρ τινα Ἀρκάδα φιάλην καταλιπεῖν καὶ ἐπισκῆψαι δοῦναι τῶν σοφῶν τῷ ὀνηίστῳ. Ἐδόθη δὴ Θαλῇ καὶ μετὰ περίοδον πάλιν θαλῇ· ὁ δὲ τῷ Διδυμαίῳ Ἀπόλλωνι ἀπέστειλεν, εἰπὼν οὕτω κατὰ τὸν Καλλίμαχον· Θαλῆς με τῷ μεδεῦντι Νειλέω δήμου δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον. Τὸ δὲ πεζὸν οὕτως ἔχει· «Θαλῆς Ἐξαμίου Μιλήσιος Ἀπόλλωνι Διδυμαίῳ Ἑλλήνων ἀριστεῖον δὶς λαβών.» Ὁ δὲ περιενεγκὼν τὴν φιάλην τοῦ Βαθυκλέους παῖς Θυρίων ἐκαλεῖτο, καθά φησιν Ἔλευσις ἐν τῷ Περὶ Ἀχιλλέως καὶ Ἀλέξανδρος ὁ Μύνδιος ἐν ἐνάτῳ Μυθικῶν.