Ancient Greek
8 to 12
MAEANDRIUS MILESIUS (LEANDER MILESIUS), Fragmenta 8-12
Not analysed yet
Ὕδη, πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη . . . Λέανδρος δὲ, ὃν Νικάνωρ παρατίθησι ἐν Μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρδεις φησὶν. Μαιάνδριος γοῦν ἐκ τῶν Λευκοσύρων φησὶ τοὺς Ἐνετοὺς ὁρμηθέντας συμμαχῆσαι τοῖς Τρωσίν· ἐκεῖθεν δὲ μετὰ τῶν Θρᾳκῶν ἀπᾶραι, καὶ οἰκῆσαι περὶ τὸν τοῦ Ἀδρίου μυχόν· τοὺς δὲ μὴ μετασχόντας τῆς στρατείας Ἐνετοὺς, Καππάδοκας γενέσθαι. Οἱ μὲν ὁ Δελφύνης κλίνουσι ἀρσενικῶς, οἱ δὲ ἡ δελφύνη θηλυκῶς. Ὅτι Δελφύνης ἐκαλεῖτο ὁ φυλάσσων τὸ ἐν Δελφοῖς χρηστήριον, Λέανδρος καὶ Καλλίμαχος εἶπεν· δράκαιναν δὲ αὐτήν φησιν εἶναι θηλυκῶς καλουμένην Δελφύνην αὐτὸς ὁ Καλλίμαχος, (ὁ αὐτὸς Κ. ?). Ἦλις, ἡ πόλις, ἤτοι, ὡς Λέανδρος, διὰ τὸ τοὺς ἐκ τοῦ κατακλυσμοῦ περισωθέντας ἐν αὐτῇ ἁλισθῆναι, ὅ ἐστιν ἀθροισθῆναι· ἢ διὰ τὸ κατὰ κώμας οἰκοῦντας ὕστερον εἰς μίαν πόλιν ἁλισθῆναι, etc. Ὅθεν ὕστερον, ὡς ὑπονοήσειέ τις, Μαιάνδριος μὲν ὁ συγγραφεὺς, μικρὸν διὰ τῆς ἑρμηνείας τῇ μιμήσει παρεγκλίνας, συνέγραψεν ἐν τῷ Παραγγέλματι φορτικώτερον τοῦ ῥηθέντος.