Ancient Greek
Preisendanz Number 3
Magica, Papyri magicae (ostraca) 3
Not analysed yet
Χριστός. ἐν <τῇ ἐν> τῷ Σωλοὰμ προβατικῇ κολυμβήθρᾳ —ὄνομα αὐτῆς ἑβραϊστὶ Βηδσαϊδά—εὑρέθη ὁ κύριος, ἐν τῇ Στοᾷ τοῦ Σολομῶντος εὑρέθη ὁ δεσπότης. τὸν ἄνθρωπον κατακείμενον λόγῳ ἐθεράπευσεν καὶ τὸν τυφλὸν ἀνέβλεψεν. ὅθεν καὶ ἡμεῖς μετὰ τῶν ἀρχαγγέλων <καὶ> τῶν ἀσωμάτων <ἀγγέλων> ἀναβοῶντες καὶ κεκραγότες καὶ λέγοντες· ἅγιος ὁ θεός, ὃν ἀνυμνοῦσι τὰ χερουβὶν καὶ προσκυνοῦσι [οἱ ἄγγελ]οι. ἅγιος ἰσχυρός, ὃν ἐνδοξάζει ὁ χορὸς τῶν ἀσωμάτων ἀγγέλλων, [ἅγιος, ἀθάν]ατος ὁ [ἐ]ν φ[άτν]ῃ τῶν ἀλόγων γνωρισθείς. ἐλέησον ἡμᾶς. Τ