Ancient Greek
14.1
Magnus, Fragmentum 14.1
Unproofread scanNot analysed yet
γενόμενοι ἐλπίπonto τροφῶν, καὶ οὐδὲ τοῖς ἀλόγοις ὑπῆρχε βοτάνην· ἣν γὰρ ἐρήμια· καὶ γνοὺς ὁ πᾶς στρατὸς Ῥωμαίων ὅτι ἀπατηθεὶς ὁ βασιλεὺς ἐπλάνησεν αὐτοὺς καὶ εἰς ἐρήμους ἤγαγε τόπους, εἰς πολλὴν ἀταξίαν ἐτράπησαν. Τῇ δὲ ἑξῆς ἡμέρᾳ μηνὶ Ἰουνίῳ κςʹ, ἀγαγὼν τοὺς πλανήσαντας αὐτὸν Πέρσας ἐξήτασεν αὐτούς· καὶ ὡμολόγησαν λέγοντες ὅτι ὑπὲρ πατρίδος καὶ τοῦ βασιλέως ἡμῶν, ἵνα σωθῇ, ἐδώχαμεν ἡμᾶς ἑαυτοὺς εἰς θάνατον, καὶ ἐπλανήσαμεν ὑμᾶς· ἰδοὺ οἱ δοῦλοί σου ἀπεθάνομεν. »Καὶ ἀπεδέξατο αὐτοὺς μὴ φονεύσας αὐτούς, ἀλλὰ δούς λόγον αὐτοῖς, ἵνα ἐκβάλωσι τὸν στρατὸν ἐκ τῆς ἐρήμου χώρας. Καὶ περὶ ὥραν δευτέραν τῆς αὐτῆς ἡμέρας ὁ βασιλεὺς Ἰουλιανὸς παριὼν τὸ στράτευμα καὶ δυσωπῶν αὐτοὺς μὴ ἀτάκτως φέρεσθαι ἐτρώθη ἀδήλως· καὶ εἰσελθὼν εἰς τὸν ἴδιον παπυλεῶνα διὰ τῆς νυκτὸς τελευτᾷ, ὡς ὁ προγεγραμμένος Μάγνος ἐξέθετο.