Ancient Greek
14.3
Magnus, Fragmentum 14.3
Unproofread scanNot analysed yet
καὶ ἐπικρατῆς γενόμενος καὶ νικήσας πάντας παρέλαβεν ἕως πόλεως λεγομένης Κτησιφῶντος, ἔνθα ὁ βασιλεὺς Περσῶν ἐκάθητο, ἐκείνου φυγόντος ἐπὶ τὰ μέρη τῶν Περσαρμενίων, καὶ βουλομένου μετὰ τῆς ἰδίας συγχλήτου καὶ τοῦ στρατοῦ αὐτοῦ ἄχρι τῆς Βαβυλῶνος τῇ ἑξῆς ὀρμῆσαι καὶ ταύτην παραλαβεῖν διὰ τῆς νυκτός. Καὶ ὡς καθεύδει, εἶδεν ἐν ὀράματι τινα τέλειον ἄνδρα ἐνδεδυμένον ζάβαν καὶ εἰσελθόντα πρὸς αὐτὸν εἰς τὸν παπυλεῶνα αὐτοῦ πλησίον τῆς πόλεως Κτησιφῶντος ἐν πόλει λεγομένῃ Ἀσία, καὶ χρυσῶντα αὐτὸν λόγχῃ· καὶ πτοηθεὶς ἐξυπνίσθη κράζας· καὶ ἐξανέστησαν οἱ κουβικουλάριοι εὐνῦχοι καὶ σπαθάριοι καὶ ὁ στρατὸς ὁ φυλάττων τὸν παπυλεῶνα, καὶ εἰσελθόντες πρὸς αὐτὸν μετὰ λαμπάδων βασιλικῶν· καὶ προσεσχηκὼς Ἰουλιανὸς ὁ βασιλεὺς ἑαυτὸν σφαγέντα κατὰ τῆς μασχάλης ἐπηρώτησεν αὐτούς· «Πῶς λέγεται ἡ κώμη ὅπου ἐστὶν ὁ παπυλεὼν μου; »καὶ εἶπον αὐτῷ ὅτι Ἀσία λέγεται. Καὶ εὐθὺς ἔκραζεν· «Ὦ Ἥλιε, ἀπώλεσας Ἰουλιανόν. »Καὶ ἐχυθεὶς τὸ αἷμα παρέδωκε τὴν ψυχὴν ὥραν νυκτερινὴν πέμπτην (ἔτους κατὰ Ἀντιοχεῖαν τὴν μεγάλην χρηματίζοντος νιαʹ).