Ancient Greek
Book 1, lines 1.ΒΙΒΛΙΟΝ Α..182-1.ΒΙΒΛΙΟΝ Α..228
Manetho Astrologus, Apotelesmatica 1.ΒΙΒΛΙΟΝ Α..182-228
Not analysed yet
εἰ δὲ Ζεὺς ἐσίδοι, πολυόλβους εὐτυχέας τε,
πλούτῳ τιμήεντας, ἀγακλέας ἀνθρώποισιν.
Ὅσσαι δʼ ἄν κεν ἔχωσιν ὑπὲκ συνόδοιο φυγοῦσαν
Μήνην, φωσφορέουσαν ἔτʼ ἔμπεδον, ὀρνυμένην τε,
Ἄρεϊ συμβάλλουσαν ἀνηλέι καὶ Κρόνῳ αἰνῷ,
ἔμβρυα μὲν φθείρουσι μινυνθάδιʼ οἷσι χρόνοισιν,
μηδὲ βροτῶν μορφὴν ἐγγάστριον αὐξήσαντα,
σαρξὶ δὲ θηρείῃσι πανείκελα ῥυστήσασαι
ὠμοτόκοις ὠδῖσιν ἐς ἠελίου φέρον αὐγάς·
αὐταὶ δʼ ἀμφὶ πόνοισιν ἀνηλέα κωκύουσαι
εἰς Ἄιδος κατίασιν ἀνοστήτοιο μέλαθρον·
εἰ δὲ Ζεὺς ἐσίδοι, ψυχὴν μάλα πολλὰ παθοῦσαν
ἐκσώσει θανάτοιο, κακῶν δʼ οὐκ ἔσσετʼ ἀρωγός.
Τίπτε μάτην, ἄνθρωπε, θυηπολέεις μακάρεσσιν;
τίπτε μάτην τρισέλικτος ἀνʼ οὐρανὸν ἤλυθε κνῖσα;
ἴσχεο· οὐ γὰρ ὄνειαρ ἐν ἀθανάτοιο θυηλαῖς.
οὐ γάρ τις δύναται γένεσιν μετατρεψέμεν ἀνδρῶν,
ἥθʼ ἅμα νηπιάχοις συγγίγνεται ἀνθρώποισιν,
εὐθύ τε Μοιράων εἱλίσσεται ἀμφὶ μίτοισιν,
κλώσμασιν ἀρρήκτοισι σιδηρείοισί τʼ ἀτράκτοις.
ῥέζε Κρόνῳ καὶ Ἄρηι καὶ Ἕρμῇ καὶ Κυθερείῃ
καὶ Διὶ καὶ Μήνῃ τε καὶ Ἠελίῳ βασιλῆι·
οὗτοι γὰρ κρατέουσι θεῶν, κρατέουσι καὶ ἀνδρῶν,
πόντου καὶ ποταμῶν πάντων ῥοθίων ἀνέμων τε,
καὶ γῆς καρποφόροιο καὶ ἠέρος ἀενάοιο.
Πλησιφαὴς Κρονίωνι συναντήσασα Σελήνη
εὐτυχέας ῥέζει καὶ μακαριστοτάτους·
εἰ δὲ λίποι Κρονίωνα φάει πλήθουσα Σελήνη,
οὐκέτι τὴν αὐτὴν ἐντὸς ἔχει δύναμιν·
ἀλλὰ κακῶν ῥεκτεῖρα πέλει λείπουσα πρὸς αὐτόν·
ἔκφρονας, αἰνομόρους ἢ νοσεροὺς τελέσει,
ἀμβλύτερόν τʼ ἐτέλεσσεν ἔμεν βίον ἐν καμάτοισιν,
Ἄρης καὶ Φαέθων κατεναντίον ἀλλήλοισιν
ἄμφω κέντρον ἔχοντες |ἀνωμαλίην βιότοιο
ἀνθρώποις ἐπάγουσι, |καὶ ἐκ φιλίης ἐλάσουσιν,
καὶ προκοπῆς στερέουσιν, |ἐπεὶ Διὸς ἔπλετο πλοῦτος
καὶ δόξαι καὶ σωφροσύναι καὶ πίστιες ἐσθλαί,
ἐκ δʼ Ἄρεος πενίη τε κακὴ θόρυβοί τε μάχαι τε,
ἐγκλήσεις μεγάλαι, περὶ σώματος ἔσθʼ ὅτʼ ἀγῶνες·
οὗτοι δʼ εὔποροί εἰσιν, ἀπʼ εὐπορίης δὲ πένονται·
ἢν δὲ μεσουρανέῃ Πυρόεις, τέλος αἰνὸν ἔχουσιν.
κέντρον ἔχων Φαέθων Μήνης μέτα καὶ Κυθερείης,
ἤν πως φωσφορέουσα Σελήνη τῷδε συνάπτοι,
ἄρχοντας μεγάλους, εὐδαίμονας, ἔμφρονας ἄνδρας,
ἐνδόξους, στροφίοισι καρήατα κοσμηθέντας,
πλούτῳ τιμήεντας, ἀγακλέας ἀνθρώποισιν.