Ancient Greek
Book 1, lines 1.ΒΙΒΛΙΟΝ Α..229-1.ΒΙΒΛΙΟΝ Α..276
Manetho Astrologus, Apotelesmatica 1.ΒΙΒΛΙΟΝ Α..229-276
Not analysed yet
Ἀμφότεροι δύνοντες ὁμοῦ Κρόνος ἠδὲ καὶ Ἄρης
Μήνης Ἠελίου τε καταντίον ἑστηώτων,
ῥέζουσʼ ἐμμανέας, πάσας φρένας ἐξολέσαντες·
οἴονται δʼ ὁράαν νεκύων σκιοειδέα μορφήν,
οἱ δὲ καὶ εὐφρονέοντες ἀεικέα πήματʼ ἔχοντες
πίπτουσιν συνόδοισι Σεληναίης ὑπὸ ῥιπῆς.
ἢν δὲ Κρόνου μέσση τε καὶ Ἄρεος ᾖ Ἀφροδίτη,
καὶ Μήνην λεύσσωσι καὶ Ἑρμείαν τετράγωνον,
δρῶσιν φοιβητὰς ἢ μάντιας, οἵθʼ ἱεροῖσιν
ἑζόμενοι ζώουσιν ὀνείρατα μυθίζοντες,
οἱ δὲ καὶ ἐν κατοχῇσι θεῶν πεπεδημένοι αἰεὶ
δεσμοῖσιν μὲν ἔδησαν ἐὸν δέμας ἀρρήκτοισιν,
εἵματα μὲν ῥυπόωντα, τρίχες δʼ οὐρῇσιν ὅμοιαι
ἵππων κηροπαγεῖς οὖλαι πληροῦσι κάρηνον·
οἱ δὲ καὶ ἀμφιτόμοισι σιδηρείοις πελέκεσσιν
ἔνθεα λυσσώοντες ἑὸν δέμας αἱμάσσουσιν.
πλησιφαὴς δʼ Ἄρηι συναντήσασα Σελήνη,
Ζηνὸς ἄτερ Κύπριδός τε, κακὴ κατὰ πάντα τέτυκται·
βλάπτει μὲν βίοτον καὶ πλούσιον ἄνδρα πένητα
ῥηιδίως ἔρρεξε, μινυνθάδιόν τε χρόνοισιν
ἐξαπίνης ἀπόλεσσε βίῃ κακοεργέι Μοίρης.
Ἄρεος ἠδὲ Κρόνοιο μέσην δείμαινε Σελήνην,
οὕνεκεν ἀργαλέη πέλεται μογερῇσι τεκούσαις·
τρύχει γὰρ ταύτας κρυφίμων ἄπο· πολλάκι δʼ αὐτοὺς
ὤλεσεν ἐν θανάτοισι βιαιοτάτοισι βαλοῦσα,
ἁψαμένους βρόχον αἰνόν, ἢ ἀραμένους ξίφος ὀξύ,
ἢ πυρὶ δαιομένους, ἢ ἐν ὕδασι πολλὰ παθόντας.
Ἄρεος ἠδὲ Κρόνοιο μέση Κύπρις οὐ καλοεργός,
οὕνεκεν ἀνθρώποισι κακὴ κατὰ λέκτρα τέτυκται·
μίσγει γὰρ δούλῃσιν ἑταιρίσιν, ἃς φιλέοντες
ζήλῳ ἐλαύνονται κακοεργέι· πολλάκι δʼ οὗτοι
ἀνέρες ὀργιόωντες ἀποκτείνουσι γυναῖκας,
αἳ μόρον αἰνὸν ἔχουσι κακῆς διὰ φίλτρα κυθήρης.
Ζῴδιον ὡρονόμοιο λαχὼν Ζεὺς ἡδʼ Ἀφροδίτη
Ἄρηος δύνοντος ἀνηλέος ἠδὲ Κρόνοιο,
πλούσιοι ἐν πρώτοισι καὶ ἐν πυμάτοισι πένητες,
ἀλλʼ οὐκ ἐκλείπουσι μάχας θορύβους τε δίκας τε,
εἰ μή πως Φαέθων πυμάτην περὶ μοῖραν ὁδεύσῃ.
εἰ δʼ Ἄρης ὥρην κατέχοι Φαίνωντε σὺν αὐτῷ,
δύνῃ δʼ αὖ Φαέθων κατεναντίον ἀμφοτέροισιν,
ἐν νεότητι πένητα καὶ ἐς τέλος εὔπορον ἄνδρα
ῥέζουσιν, βιότοιο δʼ ἀνώμαλα ἔργα τελοῦσιν.
εἰ δὲ Κρόνῳ καὶ Ἄρηι συνῇ κερόεσσα Σελήνη,
μοίρης ἐντὸς ἐοῦσα, συνάπτῃ δʼ αὐτίκα τοῖσδε,
ἐντὸς ἔχει κακίην Ἄρεός τʼ ἠδὲ Κρόνου αἰνήν,
αἰνός τʼ ἀνθρώπων ἔσεται βίος ἡδʼ ἐλεεινός,
καὶ πενίη καὶ μοῖρα κακή· καὶ λάτρια ἔργα
πείσονται, βίοτόν τε ῥοπῇ λείψουσι πρόμοιροι.