Ancient Greek
Book 1, lines 1.ΒΙΒΛΙΟΝ Α..52-1.ΒΙΒΛΙΟΝ Α..96
Manetho Astrologus, Apotelesmatica 1.ΒΙΒΛΙΟΝ Α..52-96
Not analysed yet
δύσμορος, ὃς κακὰ πολλὰ παθὼν Ἀιδόσδε κάτεισιν·
χροιὴν μὲν φορέουσιν ἀμετροβίων ἐλεφάντων,
ὄγκους δʼ ἀμφὶ δέμας κακοελκέας ἀμφιβαλοῦνται,
δάκτυλα σηπόμενοι λιποσαρκέα νηλέι λύθρῳ·
ταῦτα δʼ ἄτερ Ζηνός τε καὶ εὐπλοκάμου Κυθερείης
ἔσσεται, ὁππότʼ ἐκεῖνοι ἀπόστροφοι ὦσι Σελήνης.
†Ἑρμῆς ὡρονομῶν Μήνης μέτα καὶ Κυθερείης
δύνοντος Κρονίδαο, θεῶν μυστήρια δρῶσιν·
ἢ μούσης ἅπτονται ἐυρρύθμοιο λύρης τε,
ἠὲ πάλην φιλέουσιν ἀμύμονα παγκράτιόν τε.
Ἑρμῆς καὶ Κυθέρεια σὺν ἀλλήλοισιν ἐόντες
ῥέζουσιν μούσης ἐπιίστορας εὔφρονας ἄνδρας,
ἤν πως καὶ κερόεσσαν ὁμοῦ Μήνην ἐσίδωνται,
Ἐρμῆς φωσφορέουσαν, ἀτὰρ λιποφεγγέα Κύπρις.
Ζεύς, Κρόνος, ἀμφότεροι κέντρων ὅτʼ ἂν ὦσιν ἂνακτες,
ἀνθρώποις διδόασι τύχης πολυήρατα δῶρα,
καὶ μεγάλους ῥέζουσι, καὶ ἐς βασιληίδας αὐλὰς
πολλάκις ἤνεγκαν, τιμήν τε φέρουσι μεγίστην.
Ἑρμείας Φαέθων τε μεσουρανέοντες ἔθηκαν
ἄνδρα μέγα πλούτῳ γαυρούμενον εὐτεκνίῃ τε,
καὶ φιλίην παρέχουσι πρὸς ἀνέρας ἡγεμονῆας
καὶ δόξῃ μεγάλῃ γαυρούμενον, αἴ κεν ἴδηαι
εὐκέραον Μήνην συναφὴν τούτοις ἐπέχουσαν.
Πάντοτε μὲν κέντροισιν ἐπὼν κορυθαίολος Ἄρης
τὴν πρῆξιν παρέχων τοῖάπερ ἐκτελέει·
ἤτοι λαξευτὰς ἢ τέκτονας ἢ λιθοεργούς.
Ἠέλιος δʼ ἢν τῷδε συνῇ, πυροεργέας ἄνδρας
ῥέζει χαλκοτύπους, ἢ φυσητὰς ὑέλοιο,
ἢ βαφέας μογερούς, ἢ κλιβανέας σκοτοεργούς·
οὗτοι γὰρ καὶ νυκτὸς ἀγρυπνητῆρες ἐόντες
νύκτα μὲν ἐργάζονται, ἐν ἤματι δʼ ὑπνώουσιν.
πάντοτε νυκτερινοῖσι μεσουρανέων Κρόνος αἰνὸς
ῥέζει κηπουροὺς ἡδʼ ἀργαλέους ὑδραγωγούς,
ῥέζει δʼ ὑδροφόρους πολυπήμονας, οἵθ’ ὑπὸ γαίης
κευθμῶνας δύνουσιν ἀεικέος εἵνεκα μισθοῦ,
ἢ πανύγροισι τόποισι παρήμενοι ἐργάζονται,
μήποτε τῶν ἴδιόν τι κτώμενοι ἐκ καμάτων γε.
Ἑρμείας διάμετρον ἔχων Κρόνον ἠδὲ Σελήνην
ἐμμανέας τεύχει τʼ ἠδὲ φρενοβλαβέας.
Ἑρμείας διάμετρον ἔχων Κρόνον ἠδὲ Σελήνην,
κεντρωθεὶς δʼ αὐτοῖς κατʼ ἐναντίον ὡρονόμοιο,
καὶ φρένας ἠλλοίωσε, παρέπλαγξεν δὲ νόημα·
εἰ δὲ ῥοπῆς μὴ μοῖρα τύχῃ, καθέτου δʼ ἀποκλίνῃ,
ἐσκότισεν μούνῳ κλεψίφρονι ῥεύματι κείνους·
ἔσθʼ ὅτε σωφρονέουσι, καὶ ἔσθʼ ὅτε μαργαίνουσιν.
Πάντας ἀπʼ Ἠελίοιο φυγεῖν καλόν, ἀλλʼ οὐκ Ἄρην·