Ancient Greek
Book 1, lines 1.ΒΙΒΛΙΟΝ Α..1-1.ΒΙΒΛΙΟΝ Α..51
Manetho Astrologus, Apotelesmatica 1.ΒΙΒΛΙΟΝ Α..1-51
Not analysed yet
Χαίροις, Πτολεμαῖε, λαχὼν βασιληίδα τιμὴν
γαίης ἡμετέρης, κοσμοτρόφου Αἰγύπτοιο·
ἄξιά σοι τάδε δῶρα φέρω βασιληίδος ἀρχῆς,
νύκτας ἄυπνος ἐὼν καὶ ἐν ἤμασι πολλὰ μογήσας,
ὄφρα κεν, ὅσσαπερ αὐτὸς ἐπιτροχάδην Πετόσιρις
εἴρηκεν, τάδε πάντα μάλʼ ἀτρεκέως καταλέξω
ῥυθμοῖς ἡρωικοῖσι καὶ ἑξαμέτροις ἐπέεσσιν,
ὄφρα μάθῃς, ὅτι πάντα δαήμονες ἀνέρες εἰμέν,
οἳ λάχομεν ναίειν ἱερὸν πέδον Αἰγύπτοιο.
Ἠέλιον, Μήνην, Κρόνον, Ἄρεα, Ἑρμέα, Ζῆνα,
Κύπριδά τʼ εὐπλόκαμον καλὴ λέγε Καλλιόπεια.
Ἢν Κρόνος Ἠέλιός τʼ ἄμφω κατίδωσι Κυθήρην,
δυσγαμίην παρέχουσι καὶ ἀστασίην ἐπὶ λέκτροις,
καὶ δούλαις μίσγουσιν, ἑταιρίσι δʼ ἤθεα φαύλαις
αἰσχίστως διδόασι κακῆς ἕνεκεν κυθερείης.
Ἄρης καὶ Παφίη κέντρων ὅτʼ ἂν ὦσιν ἄνακτες·
μοιχοὺς ἁρπακτῆρας ἀεὶ ῥέζουσι γυναικῶν.
Ἑρμείας δʼ ἢν τοῖσιν ἰσόρροπος ἀντήσειεν,
τέρπονται παίδων χαλεπῇ ἐπὶ κύπριδι κεῖνοι.
Ἠέλιος κέντροισι παρὼν κερόεσσά τε Μήνη,
ὃς μὲν ἐν ἀρσενικοῖσι παρών, Μήνη δέ τʼ ἐναλλάξ,
γεννῶσιν βασιλῆας ὑπερθύμους τε δυνάστας.
ἀμφότεροι φωστῆρες ἐν ἀρσενικοῖσιν ἐόντες
θηλυτέρης Κύπριδός τε καὶ ὡρονόμοιο κατιθύ,
ἀρσενικοῖς ἔργοισιν ἀναγκάζουσι γυναῖκας
τέρπεσθαι, μέγα θαῦμα· γυναιμανέες γὰρ ἐοῦσαι
ἀργαλέως γαμέουσιν ἐς ἀργαλέην φιλότητα.
Κριὸν ἐποπτεύων Κρονίδης ἐπίκεντρος ὑπάρχων,
ἢ καὶ σκόρπειον κυανόχροον οἶκον Ἄρηος,
ἐσθλὸς ἔφυ, ῥέζει δὲ καὶ ἀνέρας ἡγεμονῆας. Ἐσθλὸς ἔφυ Κρονίδης, ῥέζει δὲ καὶ ἡγεμονῆας,
ἄρχοντάς τʼ ἰδίης πάντοτε πραγματίης.
Ἑρμείας καὶ Θοῦρος ἐπὴν τετρ άγωνοι ἔωσιν,
πολλάκι κινδύνους περὶ σώματος εὑρίσκουσιν·
ἢν δʼ ἄρα καὶ δύνωσι, κακίονες οἵδε, μάλιστα
Ζηνὸς ἄτερ, μόρον αἰνὸν ὑπʼ ἐμφαίνουσι δυναστῶν.
Ἄρης καὶ Παφίη κοινὴν ὁδὸν ἰθύνοντες,
Μήνην εὖτ’ ἂν ἴδωσι, λέχος τεύχουσʼ ἀθέμιστον,
συγγενικὰς δʼ αὐτοῖσιν ἐφαρμόζουσι γυναῖκας.
ἢν δὲ Κύπριν καλὴν πολιὸς Κρόνος ἀγκαλίσαιτο,
δυσγαμίην καὶ δυστοκίην ῥέζουσι γυναιξίν,
οὐδέ τι κουριδίους ἄνδρας κατέχουσʼ ἄχρι γήρως,
οὐδὲ τέκνοις γλυκεροῖς ἐπὶ χείλεσι μαζὸν ἔθηκαν·
στειρώδεις γὰρ ἔασιν ἀχρήιά τʼ ὠδίνουσιν.
Ἀντίον Ἠελίοιο φάσιν λύσασα Σελήνη
μὴ Κρόνῳ ἀντήσειε· τίς ἂν τότε φῶς ἐσίδοιτο;