Ancient Greek
Book 2, lines 2.1.129-2.1.169
Manetho Astrologus, Apotelesmatica 2.1.129-169
Not analysed yet
Ζω δισκὸς δʼ, ὅσπερ τε κατʼ οὐρανὸν ἔπλετο πάντων
εὐτροχάλων κύκλων μάλʼ ἀγαυότατος καὶ ὁρητός,
δώδεχ’ ὑπ εἰδώλοισι κεκασμένος εἶσι διʼ αἴθρης·
ἀμφὶ δʼ ἄρ αὐτὸν κεῖται ὑπʼ ἀστράσι παμφαίνοντα
Κριὸς καὶ Ταῦρος, Δίδυμοι δʼ ἐπὶ τῷδε, μετ’ αὐτοὺς
Καρκίνος ἠδὲ Λέων, στάχυάς τʼ ἐν χερσὶ φέρουσα
Παρθένος ἀνθρώπων γενεὴν ποθέουσα παλαιῶν,
Χηλαί θʼ, ἃς καὶ δὴ μετεφήμισαν ἀνέρες ἱροὶ
καὶ Ζυγὸν ἐκλήισσαν, ἐπεὶτετάνυνθʼ ἑκάτερθεν
οἷαί περ πλάστιγγες ἐπὶ ζυγοῦ ἑλκομένοιο,
Σκορπίος ἐστὶ δʼ ἔπειτα, βίη τʼ ἔπι Τξευτῆρος,
καὶ δὲ καὶ Αἰγόκερως, μεθʼ ὃν Ὑδροχόος τε καὶ χθῦς. —
Οἴκοις μὲν δὴ πάντες ἑοῖς παρεόντες ἄριστοι
ἀστέρες ἐν γενέθλῃ, ἐπεὶ ἐσθλοδόται μὲν ἀρείω
καὶ πλέον’ ἐσθλὰ διδοῦσι, κακοὶ δέ τε μείονα λυγρά.
τῷ μάλα χρὴ σκέπτεσθʼ, ὁπόσοι σφετέροισι δόμοισιν
ἠὲ καὶ εἰν ὁρίοισιν ἑοῖς βεβαῶτες ὁρῶνται·
εἰ μὲν γὰρ πλέονες, πολὺ φέρτερον, εἰ δέ τε παῦροι,
μειότερον κῦδος βιότῳ καὶ πρῆξιν ὄπασσαν.
Ἀλλὰ καὶ ἀλλήλων ὅσ ἀμειβόμενοι κλυτοφεγγεῖς
οἴκοις ἐκτελέουσι, μάλα χρειὼ καταλέξαι.
Φαίνων μέν τε Διὸς ζώοις μεγακύδεος ἄνδρας
τεύχει, καὶ βασιλεῦσιν ἰδʼ αὖθ’ ἑτάροισιν ἀνάκτων
ἐς φιλίην ζεύγνυσι, καὶ αὐτοὺς πολλάκι δασμῶν
πρήκτορας ἐξανέφηνεν ἐυπρήσσοντας ἄναξιν,
χρήματά τʼ ἐν χερσὶν δῶκεν βασιλήια νωμᾶν·
πολλάκι δʼ ἀλλοτρίων τέκνων πατέρας καλέεσθαι
δῶκεν, ἢ ἐκθεμένοις παῖδας σφετέρους πάλι δῶκεν.
Ζεὺς δὲ Κρόνοιο τόποις παρεὼν βίοτον μὲν ὀπάζει
εὐκτεάνους τε τίθησιν, ἀτὰρ πολυγηθέος ὄλβου
φειδωλούς, μηδ’ ὅσσον ἑῶν κτεάνων ὀρέγοντας,
ἠπεδανὸν στέρνοισι νόον καὶ ἄναλκιν ἔχοντας,
ἀμφὶ ἕθεν πολὺ μεῖον ἢ ὧν πέλας ὦσι φρονοῦντας,
ἐν δʼ ἔργοις πρήξει θʼ ἑτέροις ὑποπεπτηῶτας·
ὅσσα δέ τʼ ἐκτελέουσιν, ἀποκρύπτει κλέος ἐσθλὸν
πολλάκις ἀλλοτρίων, |οἳ καί σφισιν αἴσχεʼ ἔδωκαν.
ἐν δʼ Ἄρεως ὁρίοισιν ἢ ἐν ζώοισι βεβηκὼς
Φαίνων νωχελέας τε καὶ ἀδρανέας μάλα ῥέζει,
δειλοὺς πανταρβεῖς τε, φρεσὶν καταπεπτηῶτας,
αὐχμηρούς, ἐὸν ἦτορ ἀεὶ βλάπτοντας ἀνίαις.