Ancient Greek
Book 2, lines 2.1.83-2.1.128
Manetho Astrologus, Apotelesmatica 2.1.83-128
Not analysed yet
αὐτὰρ ἰσημ ἐρινόν τις ἑῷ φράσσαιτʼ ἐνὶ θυμῷ
ἀστέρος ἐκ μεσάτοιο χαρασσόμενον Κριοῖο,
κεῖθεν δʼ αὖ παραμειβόμενον Ταύρου πόδας ἄκρους,
καὶ καλὴν ζώνην θηροκτόνου Ὠρίωνος,
Ὕδρης θʼ ὁλκὸν ἀπειρεσίης, Κρητῆρά τε μέσσον,
ἐξῆς δʼ ἀκροτάτου στολμοῦ ψαύοντ’ ἐρατεινῆς
Παρθένου, ἰοβόλου τε διὲκ χηλῆς περόωντα
Σκορπίου, ἰγνύας τε διακρίνοντʼ Ὀφιούχου,
καὶ χαίτης ἄκρης ἐπαφώμενον ὠκέος Ἵππου,
μέσσον τʼ ἀμφοτέροισιν ἐν Ἰχθύσι δινεύοντα.
χειμερίου δὲ τροπῆς κύκλον θοοῦ Αἰγοκερῆος
σκέπτεο πὰρ μέσσοιο διεκπερόωντʼ ἐπὶ γοῦνα
ἀμφότερ Ὑδροχόου, καὶ Κήτεος εἰναλίοιο
οὐρήν, ἠδὲ Λαγωοῦ ἀπὸ στέρνων ἐπὶ μέσσα
νισσόμενον, πρώτους τε πόδας Κυνός, ἠδὲ καὶ Ἀργοῦς
ποντοπόρου τέμνοντα διʼ αἰθέρος ἄκρα κόρυμβα,
Κενταύρου τʼ ὤμους νοτίους, κέντρον τʼ ὀλοοῖο
Σκορπίου, ἠδὲ βιὸν στέρνων μέτα Τξευτῆρος.
τὸν δʼ ἄρα δὴ νότιον, μεθʼ ὃν οὐκέτι φέγγος ὁρᾶται
ἄστρων ἀνθρώποις, οἳ δὴ χθόνα τήνδε νέμονται,
ὁπλῇσιν Κένταυρος ὑπὸ σφετέρῃσι χαράσσει,
πηδάλιόν τε νεός, τὴν ἀκροτάτῃσι τεμοῦσα
Πηλίου ἐν κορυφαῖς Παλλὰς θέτʼ ἀν ἀστράσιν Ἀργώ.
οἱ δὲ δύω, τοίπερ τε πόλῳ διαπειραίνονται,
ἀστεμφεῖς ἑστᾶσι καὶ ἀκλινέες περὶ κόσμον,
πάντων δεικήλων αἰεὶ ἐπαφώμενοι ὁλκοῦ·
ὃς μὲν γάρ θʼὑψοῦ θοοῦ οὐρανοῦ ἐστήρικται
ἠῴην οἶμον καὶ δείελον Ἠελίοιο
κρίνων καὶ θνητοῖσιν ἄγῶν βαιὴν λύσιν ἔργων·
ὃς δὲ περιστρέφεται πύματον πόντον τε καὶ αἶαν
φαίνων ἀντολίας, δύσιάς θʼ ὑπὸ βένθεσι κεύθων,
ὅς ῥά θʼ Ὁρίζων κύκλος ὑπ’ ἀνθρώπωνπεφάτισται,
οὕνεκα μηκίστην ὄσσων ἐπιτέμνει ὀπωπήν.
ὁλκὸς δʼ αὖτε Γαλαξίεω βαιῇ μὲν ὁρᾶται
λαμπετόων μοίρῃ, τὸ δέ οἱ πλέον ἐστὶν ἀμαυρόν·
γυροῦται δʼ ὑψοῦ μὲν ἐπὶ πνοιαῖς Βορέαο
ἐν θρόνῳ ἑζομένης γούνων ἄχρι Κασσιεπείης,
πὰρ κεφαλὴν Κηφῆος· ὁ δʼ Ὄρνιθος πτερὰ τέμνει,
Αἰητοῦ τε μέσον, καὶ Τόξων ἄγχι κορώνης
ἀκρότατον νεῦρον, θηρὸς φονίοιό τε κέντρον,
ἠδὲ Θυτήριον ἄκρον ἰδ’ ὁπλὰς Κενταύροιο
τέσσαρας· ἐκ δʼ ἄρα κεῖθεν ἀνέρχεται ἐκ Βορέαο
ἄψορρος διὰ Νηὸς ἀμειβόμενος κατὰ πρύμνην,
καὶ κνήμας Διδύμων, κορυφῆς θʼ ὕπερ Ὠρίωνος,
καὶ γόναθʼ Ἡνιόχου, γουνός τʼ ἔπι γοργοφόνοιο
δεξιτεροῦ Περσῆος, ὃ δὴ τέταθʼ ὥστε θέοντος.