Ancient Greek
Book 3, lines 3.1.168-3.1.210
Manetho Astrologus, Apotelesmatica 3.1.168-210
Not analysed yet
ταῦτα δέ, κἢν δύνῃσι, πάλιν Ζ εὺς ὡρονομοῦντος
Ἄρεος ἐξετέλεσσεν ἐπὶ πλέον, οὕνεκα τῆμος
δάκρυα καὶ στοναχὰς φθιμένοις ὤπασσ’ ἐπὶ τέκνοις,
καὶ δʼ ἀλόχοις ἥρμοσσεν ἀεικελίαις, τέκν’ ἀπʼ ἄλλων
ἤδη θρεψαμέναις, ἃ στέρξουσ αὐτοὶ ἀνάγκῃ·
πάντας δʼ αὖτε κασιγνήτους φιλίης ἀπὸ πάτρης
ἄλλον ἐπ’ ἀλλοίης τηλοῦ γαίης ἐκέδασσεν·
μόχθων δʼ ἐς γῆρας προτέρων ἀνάπαυσιν ἔδωκεν.
ἐκ περάτης δʼ ἀνιὼν Φαέθων κατέναντα Κυθήρης
ἐς δύσιν ἐρχομένης πολυόλβους τρισμάκαράς τε
ῥέζει, καὶ μεγάλων ἀλόχων ἥρμοσσε γάμοισιν,
ῥηιδίαις δʼ ἐς κύπριν ἰδὲ ξυναῖς φιλότησιν·
κτῆσιν δʼ αὖτʼ ἰδίην τοκέων ἄπʼ ἄμετρον ἔδωκεν.
μαρμαίρουσα δʼ ἀπʼ ἀντολίης ἐρατὴ Κυ θέρεια
δυόμ ενόν τʼ ἐσορῶσα πυρίγληνον Φαέθοντα
ὄλβον κυδήεντα καὶ εὐκλέα φῆμιν ὄπασσεν,
καὶ γάμου ἱμερόεντος ἐυφροσύνῃσιν ἰαίνει·
τῆμος γὰρ σεμναί τʼ ἄλοχοι τίουσί τʼ ἀκοίτας.
ἐξ ὥρης δʼ ἐσορῶν Ζεὺς Ἑρμείην κατέναντα
κοσμεῖ μὲν πλούτῳ μύθοισί τε καὶ σοφίῃσιν,
ἀσχολίην δʼ ὤπασσ’ ἀφένευς βασιληίου ἀμφίς,
πολίων κλήρους καὶ κτήσιας ἀμφιέποντας.
ὣς δʼ αὔτως Ἑρμης ὥρης ὕπερ ὁλκὸν ἀμείβων
τεύχει ἐπʼ ὠκεανοῖο δύσιν Φαέθοντος ἰόντος
εὐόλβους ἔργοις τε καὶ εὐκτεάνοισι τραπέζαις
.
ὥρῃ δʼ ἐμβεβαὼς Πυρόεις δυτικῷ παρεούσης
Ἀφρογενοῦς κέντρῳ φθορέας λέκτρων ἀνέφηνεν
ἀλλοτρίων, ἀλόχους δέ τʼὀπιπεύσαντες ἄγονται
ἐξ εὐνῆς ἑτέρων· αἱ δʼ αὐτοὺς οὔτι τίουσιν,
ἀλλὰ πόθοιο κορεσσάμεναι μάχλου τε κυθήρης
αὖθις ἐπʼ ἄλλα μέλαθρα καὶ ἄλλους ἦλθον ὁμεύνους,
πολλάκι δʼ αὐτοχερὶ σφετέρων ποσίων ἐδάμησαν·
ζώοις δʼ ἐν τροπικοῖσι χερείονα τῶνδε τελοῦσιν.
ταῦτα δὲ καὶ Παφίη τεύχει πάλιν ὡρονομοῦσα,
εὖτʼ ἂν Ἄρης δύνῃ, πλέοσιν δʼ ἔτι καὶ συνοχῇσιν
εἱρκτῇσίν τʼ ἐπέδησε γυναικείης ἕνεκʼ ἄτης·
ὅσσα δʼ ἐπεκτήσαντο νέοι, τάδ’ ὄλεσσαν ἅπαντα
ἐς γῆρας, πενίῃ δὲ κακῇ ἄλληκτα μογεῦσιν.
εὖτ’ ἂν δʼ Ἑρμείης μὲν ἐπείγητʼ ἐς δύσιν ἐλθεῖν,
ἐν δʼ ὥρῃ Θοῦρος φλογὶ μαρμαίρῃ κατέναντα,
ὀξεῖς ἔν τε νόῳ καὶ μήδεσι θῆκεν ἀγητούς,
ἐσθλούς δʼ ἐν σοφίῃσιν, ἰδὲ δρηστῆρας ἐν ἔργοις.