Ancient Greek
Book 3, lines 3.1.211-3.1.248
Manetho Astrologus, Apotelesmatica 3.1.211-248
Not analysed yet
Ἑρμοῦ δʼ ἀντέλλοντος ἐπὴν Ἄρης πάλι δύνῃ,
δεινὸν σχῆμα τέτυκται, ἐπεὶ βιότῳ μὲν ἀνίας,
ἐν δʼ ἀγορῇ κρίσιας, θωήν θʼ ἅμα νείκεσι πολλοῖς
ἴσχουσι γραπτῶν ἕνεκεν· Μήνην δʼ ἐσορῶντες
καὶ δὲ καὶ Ἠλιον μερόπων τεύχουσι φονῆας,
αἰεὶ δʼ ἔκπτωσιν βιότου τεύχουσι πρὸς οἴκους.
ταῦτα δὲ καὶ δοιοῖς ἑτέροις τεύχουσιν ἐόντες
ἀστέρες ἐν κέντροισιν, ὅσʼ αὐτίκα δὴ κατέλεξα.
ὅσσα δὲ καὶ βασιλῆες ἀγακλειτοὶ τελέουσιν
Ἠέλιος Μήνη τε, τάδʼ αὐτίκα νῦν καταλέξω.
ἢν ἀνίῃ περάτης Τιτάν, δύνῃ δὲ Σελήνη,
ὃ μὲν ὕψι μέσον τέμνῃ πόλον, ἣ δʼ ὑπόγειον
κέντρον ἔχῃ, μάλα φῶτας ἀριγνώτους καὶ ἀγητοὺς
ῥέζουσιν, ποτὲ δʼ αὖ μεγάλους βασιλῆας ἔτευξαν,
ἠὲ πάτρης προὔχοντας, ἢ ἐν δήμοισιν ἀρίστους.
ὥς δὲ καὶ ἢν τάδε κέντρα μεταλλάξαντες ἔχωσιν.
Ἤδη καὶ σύγκρασιν ἀείσω μαρτυρίας τε,
ἠδʼ ὅσʼ ἐπαντέλλοντες ἢ ἀλλήλους ὁρόωντες
ἀστέρες ἔρδουσιν· τὰ γὰρ ἀτρεκίην μάλα φαίνει.
πάντα μὲν οὖν οὐκ ἄν τις ἑῷ φράσσαιτʼ ἐνὶ θυμῷ,
οὐδʼ ἐνέποι· τὰ γὰρ ἄσπετʼ ἀπείριτά τʼ ἐστὶ κατʼ αἴθρην
σχήματ᾿ ἀμειβόντων ἄστρων πολύπλαγκτα κέλευθα·
ὅσσα δʼ ἐπιλέξωσι θεοί, τάδ᾿ ἐγὼ σάφα λέξω.
Ζηνὶ συνών Κρόνος αἰπὺς ἢ εἰσορόων τετρά· γωνος,
ἢ ὅγε καὶ διάμετρος ἀπὸ πλευρῆς τε τριγώνου,
δωρεῖται φιλίην βασιλήιον ἢ καὶ ἄναξιν
εἰκελίων ἀνδρῶν, αὐτοὺς δʼ ἄρα φῆμιν ἀρίστην
ἴσχοντας τεύχει, κοσμεῖ δʼ ὑπ᾿ ἀπείρονι πλούτῳ
καὶ μελάθροις ληίοις τε βαθυκλήροισί τʼ ἀρούραις,
λείαις παντοίαις τ’, ἀγέλαις δμωσίν τʼ ἀναρίθμοις·
δῶκε καὶ εἰναλίην κτῆσιν νηῶν πολυφόρτων,
καὶ πρήξεις ἀγαθάς, καὶ δʼ αὖ μέγα κῦδος ἐπʼ ἔργοις,
καὶ λιπαρὸν γῆρας μέχρις ὑστατίου θανάτοιο.
ἀλλʼ Ἄρης τετράγων ος ἢ ἀντιπέρηθεν ἀθρήσας
ψυχρότατον Κρόνον ὄντα κακὸς κακοῦ ἀντίον ἑστὼς
ἢ καὶ ὁ ὁμοῦβαίνων, δεινάς τʼ ἄτας ἐπιβάλλει,
καὶ πενίην δυσάλυκτον ἄγει δειλοῖσι βροτοῖσιν,
ἔξοχα δʼ εἴ γε σὺν Ἠελίῳ βεβαῶτες ὁρῷντο·