Ancient Greek
Book 4, lines 4.1.176-4.1.218
Manetho Astrologus, Apotelesmatica 4.1.176-218
Not analysed yet
ἤν δʼ ὑπογείῳ Ἄρης ἢ καὶ δυτικῷ ἐνὶ κέντρῳ
δέρκηται βεβαὼς κλήρου γάμου αὐτὸς ἀνάσσων,
αἵδε βίῃ δμώεσσιν ἢ οὐτιδανοῖς ὑπὸ φωσὶν
δμηθεῖσαι θολερῶς ὥρης ἄνθος διόλεσσαν.
ἤν δʼ Ἑρμῆς κέντροισιν ἐπείη, τοῖσιν ἔλεξα,
καὶ γάμου αὐτὸς ἑοῖσιν ἐνὶ ζώοισιν ἀνάσσων,
κρυπταδίως δολεροῖσιν ὀπιπευθεῖσαι ἔπεσσιν
καὶ πυκιναῖς ἀπάτῃσιν ἑὴν φρένα φηλωθεῖσαι
ἐξαπίνης ἐγένοντο λάθρῃ πρὸ γάμοιο γυναῖκες.
εἰ δʼ ἄρα σὺν Στίλβοντι καὶ Ἄρης κέντρῳ ἐπείη,
τῆς ἕνεκεν κρίσιές τε δίκαι τʼ ἀγορῇσι πέλονται.
Ζεὺς δὲ καὶ Ἑρμείης μέσσον κατὰ κέντρον ἐόντες
σὺν Παφίῃ, ζεύξαντες ὁμηθείῃσι γυναικῶν
ἀλλοτρίων μετέπειτα γάμους ἀναφανδὰ τελοῦσιν,
ἀλλʼ ὑπὸ μαχλοσύνης καὶ τῶν λέχος αὖθι λίποντο.
εἰ δὲ μεσουράνιον κατέχῃ Φαέθων μετʼ Ἄρηος
ἤτοι γάρ τʼ αὐτοὶ τόθʼ ὁμεύνους ἥρπασαν ἄλλων,
ἢ κείνων ἀλόχους ἕτεροι βίῃ εἴρυσαν αὐτῶν.
αἰπυτάτῳ δʼ ἐπὶ κέντρῳ ἐυστέφανος Κυθέρεια
Τιτῆνος μέτα δερκομένη πατέρων ὀλοῇσιν
παλλακίσιν συνέμιξʼ ἢ μητρυιῇσιν ἑῇσιν.
εἰ δέ κ᾿ Ἄρης τούτοισιν ὁμοῦ πέλῃ, ἄχρι γάμοιο
ζευχθέντες κείνῃσιν ἄφνω πάλιν αὐτοὶ ἔλειφθεν.
Ἄρης δʼ ἡνίκα μέσσον ἀν᾿ οὐρανὸν ἀμφιπολεύῃ,
ὡρονόμον δʼ ἐπέχῃ Φαέθων, Τιτὰν δέ τε δύνῃ,
τῆμος ἄρ ἁρπαγίμους νύμφας ἐς δώματʼ ἄγονται.
εἰ δὲ μεσουράνιον μὲν ἔχῃ Μήνη βλοσυρῶπις,
Κύπρις δʼ αὖθ᾿ ὑπόγειον ἴσαις μοίραις βεβαυῖα,
αὐτοκασιγνήτων σφετέρων συνέασιν ὁμεύνοις.
ἀνδρὸς γεινομένου δʼ ὁπότʼ ἂν Τιτάν τε καὶ Ἄρης
καὶ Κύπρις Στίλβων τε μίαν κατʼ ἀταρπὸν ἴωσιν,
εἵνεκα κλεπτοσύνης εὐνῆς λαθρίης τε κυθήρης
ἐν συνοχῇσι γένονθʼ, οἱ δʼ αὖ καὶ δεσμὸν ἔτλησαν,
αὐτοί τε μάχλοι τε καὶ ἐς φιλότητʼ ἀκόρεστοι,
ἔκ τʼ ἀλόχων λώβας τε καὶ ὕβριας αἰὲν ἔχοντες,
ὡς καὶ ἑοῖο γάμου λωβήτορας αὐτοὶ ἐς οἴκους
δέχνυνται ξενίῃ σκοτίης ἕνεκεν φιλότητος.
εἰ δʼ ἀνδρὸς γενέθλην ἠδʼ αὖ κείνοιο συνεύνου
σκεψάμενος κατίδοις ἄμφω ζώοιν ἔνι Μήνην,
αἰὲν ὁμοφροσύνῃσινἰαίνοντʼ ἀμφὶ γάμοισιν.
δαίμονι δʼ ἢν χαλεπῷ κείνης Μήνη πέλῃ ἀνδρί,
αἰὲν ἀτασθαλίῃσι γυνὴ ἀθερίζει ἀκοίτην
οὐδὲν ὀπιζομένη λεχέων θεσμῶν τε γάμοιο.