Ancient Greek
Book 4, lines 4.1.129-4.1.175
Manetho Astrologus, Apotelesmatica 4.1.129-175
Not analysed yet
Φαίνων δʼ Ἑρμ είῃ τε συνὼν βλοσυρῇ τε Κυθήρῃ
ἤτοι ἐπ’ οὐτιδαναῖς ἢ ἀνάξια μαχλοσύνῃσιν
ἔργα μετερχομέναις ζυγίοις ἡρμόσσατο λέκτροις,
πάμπαν θʼ ἡλικίῃσι νέαις ἢ πάγχυ γεραιαῖς.
ἐσθλὴν δʼ οὖ φιλότητα γάμου πίστιν τε γυναικῶν
ἀχράντοιο λέχους δῶκεν καλὴ Κυθέρεια,
εὖτ’ ἂν ἀπʼ ἀκτίνων Ἄρεος πολιοῦ τε Κρόνοιο
μίμνῃ ἀπήμαντος, κείνων φλογέῃσιν ὑπʼ αὐγαῖς
ἀλλήλους ἐπιδερκομένων, αὐτὴ δʼ ἀγανῇσιν
δέρκηται κερόεσσαν ὑπ’ ἀκτίνεσσι Σελήνην.
ὁππότε δʼ Ἑρμείης τε καὶ Ἄρης καὶ Κυθέρεια
μέσσου ὑπὲρ κέντρου ξυνὰς ἀνύωσι κελεύθους,
τοῖσιν δʼ αὖτ ὀλοὸς Φαίνων μετόπισθεν ἕπηται
νωθρὸν ἐπαντέλλων ἢ καὶ κατέναντα δοκεύων,
ἐξ ἕδρης πιναροῖο τέγους ξυνῆς τʼ ἀπὸ δήμου
εὐνῆς ἀνστήσαντες ἄγοντʼ ἐς δώματα νύμφας,
κἶσα πολυμνήστῃσιν ἀεὶ τίουσʼ ἀλόχοισιν.
ἤν δὲ δύω μὲν φῶτα μέσου κλίνωσ’ ἀπʼ Ὀλύμπου,
πάντες δʼ ἀστέρες ἄλλοι ὑποχθόνιοι φορέωνται
ἔκτοσθεν κέντρων, τῆμος ξείνης ἀπὸ γαίης
ἄξεται ἀλλοτρίων φωτῶν ἀγνῶτα θύγατρα,
καὶ πάτρης ἂπο τηλοῦ ὁμῶς κείνῃ βιοτεύσει.
οἷς δʼ ἄη ὕπερθ’ ὥρης χαλεπῷ ἐν δαίμονι καλὴ
Ἀφρογενὴς φαίνῃ, τὴν δʼ οὖ Κρόνος ἢ τετράγωνος
ἠὲ καταντιπέρην λεύσσῃ, κἤν λέκτρα πόρωσιν
θηλυτέροις δʼ εὖτ’ ἄν Κύπρις κεραή τε Σελήνη
ζώοισιν λάμπωσʼ, ἤτοι δυτικοῦ κατὰ κέντρου,
ἢ καὶ ὑποχθονίου, ἢ καὶ δύο κέντρ’ ἐφέπωσιν,
μουνὰξ δʼ ἀμφότεροι κατεναντία τῇσιν ὁρῶνται,
τῇ μὲν Ἄρης, τῇ δʼ αὖτε Κρόνος, τόθ’ ἑαῖς πανάθεσμοι
θυγατράσιν πατέρες ξυνὸν λέχος εἰσανέβησαν.
ναὶ μὴν καὶ Κρόνου εὖτ’ ἂν ἐν οἴκοισιν Κυθέρεια
φαίνηται σύν Ζηνί, Κρόνου κατόπισθεν ἰόντος,
δεχνυμένης αὐτοῦ συναφὴν καλῆς Ἀφροδίτης,
Κύπριδι μαρτυρίην Ἄρεως ἑτέρωθι φέροντος,
Μήνην δʼ ἀμφότεροι Θοῦρος Φαίνων θʼ ὁρόωνται,
δὴ τότʼ ἀπʼ ὠδίνων ὁπόσοι φάος ἔδρακον ἠοῦς,
μοῖραν ἀνέπλησαν πολυπενθέος Οἰδιπόδαο·
τοῖσι δʼ ἄρα στυγεροὺς Ποιναὶ μέλπουσʼ ὑμεναίους
νερτέριαι, χείρεσσιν ἀναψάμεναι πυρὶ πεύκας·
μητράσι γὰρ σφετέραις φιλοτήσιον ἐς λέχος ἦλθον.
εἰ δὲ γυναικείη γενέθλη πέλοι, ἐς πατρὸς εὐνὴν
κλίνονται. τὼς δʼ αὖτὲ καὶ ἢν κλήροιο γάμοιο
Φαίνων δεσπόζων ἤτοι κατὰ κέντρον ἐφʼ ὥρης,
ἢ ὅγε φαίνηται δύνων ὥρης κατέναντα,
λάθρῃ παρθενίης ζώνην λύσαντο τοκεῦσιν
ἠὲ κασιγνήτοις σφετέροις πατέρων τε τέκεσσιν.