Ancient Greek
Book 4, lines 4.1.43-4.1.88
Manetho Astrologus, Apotelesmatica 4.1.43-88
Not analysed yet
εἰ δʼ ἄρα καὶ δίχα κέντρου ἔοι ζώοισιν ἐπʼ ἄλλοις
τὼς Μήνη κερόεσσα, τόσον τεχθὲν χρόνον ἠῶ
ἀθρήσει, μέχρις ἄν κε Σεληναίη ἀφίκηται.
εἰ δʼ ἄρ’ ὑπὲρ κέντροιο Σεληναίη βεβαυῖα
τὴν αὐτὴν ἐπέχῃ μοῖραν πολεμοκλόνῳ Ἄρῃ,
ἢ ζῶον κατὰ ταὐτὸν ἢ ἀντιπέρηθεν ἰόντι,
αὐτίκα δὴ πρώτῃσιν ὑπʼ ὠδίνεσσιν ὄλισθον
μητέρος ἄγχι ποδοῖιν ἐπʼ ὀξέα κεκληγυίης.
ἢν δὲ γονῆς ἀ γα θ οὶ τελέθωσʼ ἐπιμάρτυροι ὥρῃ,
ἔκθετον ἐκ μεγάρου τοκέων βρέφος εὐθὺς ἐτύχθη·
κἢν μὲν Ζεὺς Μήνην σφετέραις ἀκτῖσιν ἀθρήσῃ,
ἀνήρ, ὅς μιν ἀνείλεθʼ, ἐὸν ποιήσατο παῖδα,
ἢ ἑτέρῳ δῶκεν τεκέων τητωμένῳ ἀνδρί,
ὅς θέμενος μεγάροις ἶσον γονίμοισι τίεσκεν.
ἢν δʼ ὀλοὸς Φαίνων λεύσσῃ περιφεγγέα Μήνην,
ῥιφθὲν ἀπὸ λεχέων, ἑτέρου δʼ ὑπὸ χείρεσι θρεφθὲν
ἀτμενίης δούλειον ὑπὸ ζυγὸν αἴνʼ ἀνέτλησεν.
καὶ δὲ Κρόνου περάτηθεν ἀθρειομένου ὑπὲρ ὥρης
δαίμονι δʼ ἐν λυγρῷ Μήνης προπάροιθεν ἐούσης,
καὶ κέντρου Τιτῆνος ἀποκλινέος τελέθοντος,
ζωὴν μέν τʼ ἴσχουσʼ, ἀτὰρ ἔκθετοι ἐκ πατρὸς σἴκων.
ὁππότε δʼ οὖ Μήνης μὲν ἔχῃ συναφὴν Κρόνος αἰνός,
ἀντιπέρην δʼ αὐτοῦ Πυρόεις αὐγῇσι βάλῃσιν,
μηδʼ ὅσσον Μήνην ἐπιδερκομένου Φαέθ θντος,
ῥιφθέντες χώρης τηλοῦ κατʼ ἐρημάδος οἰκτρῶς
δουλοσύνης θρεφθέντες ὀιζυρῆς ἀνέχονται.
εἰ δὲ καθʼ ὡρονόμου μὲν ἔοι βεβαυῖα Σελήνη,
τῇ δʼ ἄρʼ ἐπαντέλλῃ Ζεὺς ἑσπόμενος κατόπισθεν,
Μήνην δʼ ἀκτῖσιν Φαίνων κατεναντία λεύσσῃ,
καὶ Πυρ όεις ἑτέρωθεν ἄνω κέντρον καθορῴη,
ἐς τόσσον ῥιφθὲν μίμνει χρόνον, εἰσόκε Μήνη
ἐκπροφυγοῦσʼ ὀλοῶν αὐγὰς Φαέθοντι συνάψῃ.
ὥρης δʼ οὖ Τιτῆνος ὑπὲρ βροτέης τροχάοντος
αἰνοῦ τʼ ἐς δύσιν ἑλκομένου κατέναντα Κρόνοιο,
καὶ δὲ Σεληναίης μετʼ ἀριγνώτου Φαέθοντος
δείκηλον κατὰ ταὐτὸ καὶ οὐκ ἰσόμοιρα θεούσης,
ἐξόπιθεν δʼ Ἄρεος σπομένου συναφήν τε Σελήνης
δεχνυμένου, βρέφος ἐς τόσσον πατρώιον οἶκον
μίμνει, μέχρι κε Μήνη ἐπʼ Ἄρεα θοῦρον ἵκηται.
εἰ δὲ δύω σελάων κέντρων ὕπερ ἑστηώτων,
Ἠελίου μὲν ἐφʼ ὡρονόμῳ, δυτικῷ δὲ Σελήνης,
ἢ κείνης μὲν ἐφʼ ὥρῃ, ἀτὰρ τῆνος ἔναντα,
τῷ μὲν δὴ Φαίνων, τῇ δʼ οὖ Πυρόεις συνέπηται,
ἢ τῶν μὲν τροχάῃ τις ὁμοῦ ἑτέρῳ, ὁ δὲ κέντρῳ
ἄλλῳ ἐπεμβεβαὼς λεύσσῃ κείνους ἀνιόντας,
ᾗσιν ὑπαὶ παλάμαις τεχθὲν ῥίπτουσι τοκῆες.