Ancient Greek
Book 4, lines 4.1.89-4.1.128
Manetho Astrologus, Apotelesmatica 4.1.89-128
Not analysed yet
ἤν δʼ Ἄρης περάτηθεν ἀνέρχητ’, αὐτὰρ ἐπʼ αὐτῷ
Φαίνω ν, ἢ ἑτέροισιν ὅγ οὖ κέντροισιν ἕπηται,
Μήνη δʼ ἔκτοσθεν κέντρων σὺν Ζηνὶ φέρηται,
βαιὸν δὴ τότε χάρμα βροτοῖς τεύχει περὶ τέκνων·
τόσσον γὰρ λεύσσει τεχθὲν χρόνον ἄμβροτον ἠῶ,
Μήνη μέχρι θέουσα παραΐξῃ Φαέθοντα.
ναὶ μὴν καὶ σέλας Ἠελίου Μήνην τε καὶ ὥρην
ὁππότʼ ἂν ἐκ θλο δ όται μὲν ἀποστρεφθέντες ἴωσιν,
οἱ δʼ ὀλοοὶ λεύσσωσι, τότ’ ἔκθετα τέκνα γονῆες
ῥίπτουσʼ ἐς βαθύ κῦμα βορήν τʼ ἔμεν οἰωνοῖσιν.
ἔμπαλι δʼ ἀρητοὶ παῖδες τοκέεσσι γένοντο
εὐτραφέες θʼ, ὁπόσοισιν ἀπʼ ὠδίνων προθοροῦσιν
ἀστέρες ἐσ θ λοδόται ζωῆς δωτῆρες ἔασιν,
ἤτοι ὑπὲρ κέντρων καὶ ὁμοῦ Μήν ῃ βεβαῶτες,
ἢ σελάεσσ’ ἐπιδερκόμενοι Μήνην τε καὶ ὥρην,
ἢ κέντρων κατόπισθεν ἐπʼ ἀμφοτέρῃσιν ἐόντων
Φαίνοντος καὶ Ἄρηος, ἀπόστροφον ἀκτίνεσσιν
βαινόντων σελάων τε καὶ ὥρης, ἠέ θʼ ἑοῖσιν
σύμφωνον δρόμον ἐν ζώοις φίλιόν τʼ ἀνυόντων.
παισὶν δʼ αὖ πᾶσιν, τοῖσιν ζωὴν πόρε Μοῖρα,
ἀμφὶ τροφῆς μαζοῦ καὶ νηπιέης ἀλεγεινῆς
ζῶ ον σημαίνει, τό κε δὴ Μήνης πέλας εἴη,
ᾧ ἔνι δὴ κείνη τριτάτην ἐπινίσσεται ἠῶ.
Τόσσα μὲν ἀμφὶ τροφῆς παί δων, πολέων ἄπο βαιά,
ἥεισ’· ἐξείης δὲ γάμου πέρι νῦν ἐνέποιμι,
ἀστέρες οἷον ἕκαστος ἀεὶ φαίνουσι κελεύθοις.
εὖτʼ ἂν γεινομένοιο βροτοῦ Μήνη μὲν ἐπείη
αἰπυτάτῳ κέντρῳ, Κυθέρη δʼ ὑπόγειος ὁρῆται,
τῆμος ὁμογνήτοις γενεῆς τʼ ἄγχιστα συνεύνοις
ζεύγνυνται, πολέσιν δʼ ὁμογάστριοι ἐς λέχος ἦλθον
νύμφαι. τοῦτο δὲ δρῶσι, καὶ ὁπόταν Ἀφρογενείῃ
Ἑρμείῃ τε θοῷ ξυνὴν ὁδὸν ἐξανύωσιν
ἀκτῖσι σφετέραις, Φαίνων δʼ ἐπιμάρτυρος εἴη.
ἢν δὲ πέλῃ ἰσόμοιρος ἀριγνώτῳ Φαέθοντι,
δείκηλον κατὰ ταὐτὸν ἴῃ, γάμος ἔπλετο τῆμος
παρθενικῆς. ἶσον δὲ καὶ εἰ Ζεὺς μαρτυρίῃσιν
Ἑρ μείην λεύσσῃ πλευρὴν ἰσόμοιρον ὁδεύων.
Ἀφρογενὴς δὲ μεσουρανίου κλίνασʼ ἀπὸ κέντρου
καὶ δισσοῖς σελάεσσιν ἀπόστροφον οἶμον ἰοῦσα
ἀστασίας τεύχει ταραχήν τε γάμοις μετʼ ἀνίης.