Ancient Greek
Book 4, lines 4.1.558-4.1.599
Manetho Astrologus, Apotelesmatica 4.1.558-599
Not analysed yet
ναὶ μὴν καὶ Τιτνῆνος ἀνερχομένου ἅμα Μήν ῃ
ἐκ περάτης δύνοντες ὁμοῦ Φαίων τε καὶ Ἄρης
λυσσήρεις πινυτοῦ τε νόου παραπλῆγας ἔτευξαν.
εἴκελα κἤν Πυρόεντος ὁμοῦ Μήνῃ ὑπὲρ ὥρης
τελλομένου ἕτερον Φαέθων δύνῃ κατὰ κέντρον.
Ἑρμῆς δʼ ὡρονομῶν σύν τε Κρόνῳ ἀντιπέρηθεν
δύνοντος Ζηνὸς πραπίδων νόον ἠμάλδυνεν,
ἂφρονά τʼ ἐξετέλεσσʼ ἀποφώλια μητιόωντα.
Μήνης δʼ ἐν φθινύθοντι φάει πρόδυσιν κατὰ πάντα
Ἠελίου μέτα παμφεγγοῦς, ἑτέρων δʼ ἐπιόντων
δυομένῳ κέντρῳ, μάλα δὴ φράζεσθαι ἄνωγα·
οἱ μὲν γάρ τʼ ὀλοοὶ κῆρας καὶ δείματʼ ἄγουσιν
εἰδώλων τε βροτοῖς ἰνδάλματα δαίμοσιν ἶσα,
καὶ ζαθέαις ὀμφῇσι κλειζομένους ἀνέφηναν.
ὣς δὲ καί, ἢν Φαέθων Ἄρην δύνοντα διώκῃ
ἐξόπιθʼ ἑσπόμενος, λύσσαν μανίας τʼ ἐπιβάλλει.
ὁππότε δʼ ὡρονομῇ μὲν Ἄρης, δύνῃ δὲ Σελήνη
ἀμφί τε κυρτωθεῖσα φανῇ Φαίνο ντος ὅροισιν,
τῆμος ἄρʼ αἴσχιστοι φύντες θνητοὶ περὶ μορφὴν
ὀξέα δινωτοὺς στέρνοις φορέουσιν ἔπʼ ὤμους.
σὺν δὲ Κρόν ῳ βαίνουσαν ἐπὴν Κυθέρειαν ἀθρήσῃ
Ἄρης ἢ τετράγωνος ἢ ἀντιπέρηθε βεβηκώς,
μήδεʼ ἀποτμήγοντες ἐφημέρου εἵνεκα φορβῆς
ἀλλοτρίῃσι θύρῃσιν ἐφεστηῶτες ἀλῆται
γείνονται, πενίην αἰεὶ συνοπηδὸν ἔχοντες.
σὺν Πα φί ῃ δὲ Σεληναίην λεύσσων κλυτὸς Ἄρης
ἂνδρας μὲν μάχλους καὶ ὀπιπευτῆρας ἔτευξεν,
θηλυτέρας δὲ λέχος μισθοῦ δήμοις παρεχούσας.
ὁππότε δʼ ἀλλήλων ὁρίοις Κύπρις τε καὶ Ἄρης
φαίνωνται ξυνὸν ζώων δρόμον ἐξανύοντες,
ζωροπότας, κώμοισι γεγηθότας, ἔν τε μέθῃσιν
ὃν βίοτον τελέοντας, ἐπʼ ἀλλοτρίαις δὲ γυναιξὶν
κρυπταδίαις τʼ εὐνῇσι μεμηνότας ἄνδρας ἔτευξαν.
εἰ δὲ Κρόνος τοῖσιν μάρτυς πέλοι, αἴσχεσιν αἰνοῖς
ἀμφέβαλεν· τοῖσιν γὰρ ἀεὶ κύπρις στομάτεσσιν
εὖτ’ ἂν δʼ Ἠελίῳ συνίῃ κερόεσσα Σελήνη
ἀμφοτέρων μέσσοιο φαεινομένου Πυρόεντος,
τοῖσι δʼ ὁμοῦ βεβαῶσι Κρόνος τετράγωνος ὁρῆται,
τῆμος ἐνὶ στέρνοισι χολὴ ζείουσα μέλαινα
ἀνθρώποις παρέπλαγξε νόον, λύσσαν τʼ ἐπορίνει.
δύνοντες Τιτὰν δὲ καὶ ὦκα θέουσα Σελήνη
ἢ ξηρῶν νούσων θανάτου τέλος ἠὲ καθύγρων,
λυσσήρεις δὲ τελοῦσι, φρενοβλαβίην τʼ ἐπάγουσιν.