Ancient Greek
Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..101-5.ΒΙΒΛΙΟΝ Δ..145
Manetho Astrologus, Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..101-145
Not analysed yet
ἐκτὸς δʼ οἰκ είων μοιρῶν γενέθλῃσιν ἐφεστὼς
πλουτοτόκος κτῆσιν μὲν ἄγαν πολυχρήμονα τεύχει
καὶ βιοτὴν πλήθουσαν ἀλύπητόν τε δίαιταν,
ἀρχὰς δʼ οὐκ ἄξει βασιληίδας οὐδὲ θρονισμούς,
ἡσυχίῃ δʼ ἀφανεῖς σκήπτρων δίχα τούσδε φυλάσσει,
ἀβλαβέας τʼ, σἴκων τε διευθυντῆρας ἐν ὄλβῳ.
Ὧδε μὲν ἀπλανέων τε πλανητάων τε κέλευθα
ῥομβηδὸν περὶ κόσμον ἀματροχιῇ πεφόρηται.
Ἄλλα δέ τοι λέξω πάλι σήματα θεῖα γενέθλης.
Ἡνίκʼ ἂν ὡ ράωνπανετίσκοπα φέγγεα Μήνης
φυομένοις μερόπεσσιν ἀνʼ οὐρανὸν αὐγάζηται,
ἀστὴρ δʼ εἰς δυσμὰς Ἄρεος πυριλαμπέος ἔλθῃ,
ἐνσινέας τε τίθησι βροτούς, ἀβίους, ἀμελάθρους,
καὶ λιτῆς πενίης χερνήτορας, ἀκτεάνους τε·
πολλάκι καὶ θανάτῳ κακομήχανος ὤλεσε δεινῷ.
Ἤνδέτʼ ἀνοικείοισι τόποις ὡ ροσκόπον Ἄρης
φέγγος ἐπιτρέψῃ γονίμην ἐπὶ γαστέρα θνητῶν,
χωλόποδας τεύχει τε καὶ ἀσθενέας καὶ ἀώρους,
νῶτά τε κυρτιόωντας, ἰδὲ ψευστῆρας ἀθέσμους,
καὶ παναγεῖς, ὄλβου τε ποθήτορας ἀλλοτρίοιο·
ἢν δʼ ἐπὶ μαρτυρίην Ἄρεως ἐλθοῦοʼ Ἀφροδίτη
ὄμμα βάλῃ πανταυγὲς ἐν ἡμερινῇσι λοχείαις,
ἐκ πυρὸς αὐχήσουσι τέχνας μέλανός τε σιδήρου,
ἄκμοσι ῥαιστοτύποις μεμελημένοι ἠδὲ καμίνοις.
Ὁππότε δʼ ἂν σκοπιὴν ὡ ροσκόπον ὠδίνεσσιν
Ἑρμείας κατάγῃ, τῷ δʼ ᾖ Κυθέρη ἐπίφοιτος,
δὴ τότε ῥήτορας ἄνδρας ἰδʼ ἐν σοφίῃσι κρατίστους
ἔσσεσθαι δείκνυσι, καὶ ἀστρολόγους θεοφήμους,
ἔν τε γεωμετρίῃσι καὶ ἐν τελετῇσιν ἀρίστους,
ἔν τε λιθογλυφίῃσι θεῶν νηῶν τε θεμέθλοις.
Ζεὺς δʼ ὑπερορμαίνων φοράδην ὑπὲρ ἀστέρα πατρὸς
ἡνίκʼ ἂν ἐν καθέτῳ κόσμου μέσον ἀμφιπολεύῃ
οὐρανὸν ἐν καθύγρῳ
ζωιδίῳ, τῆμος δὲ γονὰς μερόπων τις ἐνέγκῃ,
ἔσσεται ἐμπορικοῦ πλοίου φορτοστόλος ἴδρις,
ναυκλήρου τέχνας θʼ αἱρήσεται, ἐν χρέεσίν τε
ἥμερον ὠνητοῖσι βιώσεται, ἐργασίην τε
κοινωνὸν πολλῶν συστήσεται, ἄστατα δʼ αὐτῷ
ἐν θαλάμῳ νυμφεῖα γενήσεται ἔν τε γυναιξίν.
Ἑρμῆς δʼ οἰκείως ὁπότʼ ἂν κατὰ κύκλα φαανθῇ,
μαρτυρίη δὲ Κρόνοιο κατʼ αἰθέρα τῷδε πελάζῃ,
ἑρμηνεῖς τε τίθησι καὶ ἀστρολόγους τότε θνητούς,
χρήματα δʼ ἐν χείρεσσι καὶ ὄλβου πρήξιας οἴσει
οὐ μόνον ἀλλοτρίων κτεάνων, ἰδίων δὲ μάλιστα
προστῆναι, γαίης τε τεμεῖν καρπὸν περὶ νῶτα.