Ancient Greek
Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..146-5.ΒΙΒΛΙΟΝ Δ..192
Manetho Astrologus, Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..146-192
Not analysed yet
ἤν δὲ Σεληναίης ἑλικοδρόμος ἄστατος ἀστὴρ
Ἑρμ είαν σύμφωνον ἔχῃ κατὰ κόσμου ἀταρπόν,
καὶ μούνη Κυθέρεια συνῇ καλῷ Φαέθ ὄντι,
ῥεκτῆρας χρυσοῖο καὶ Ἰνδογενοῦς ἐλέφαντος
ἐργοπόνους δείκνυσι, καὶ ἐν πραπίδεσσιν ἀρίστους
ἔσσεσθαι, θριγκῶν τε καὶ εὐτοίχων κανονισμῶν
κοσμήτας, μάλα τοι πεπονημένα τεχνάζοντας.
Ἄρης δʼ αἰγλήεις ὅτʼ ἂν αὐγῶν Ἠελίοιο
νέρθε φανῇ Μήνης τε, λοχευομένοισι βροτοῖσιν
πήρωσιν στονόεσσαν ἐν ὀφθαλμοῖσι τίθησιν
ἔσσεσθαι κενεοῖσι καὶ ἀμβλυόεσσαν ὁμίχλην.
Ἑρμείας δʼ οἰκεῖα τυχών κατὰ δώμαθʼ ἑαυτοῦ
ἰητῆρα τίθησι βροτῶν, Παιώνιον ἄνδρα,
εἴσεσθαι μάλα δεινὰ καὶ εἰς πανάκειαν ἑτοῖμα,
ἔν τε λογιστονόμοισιν ἀεὶ πολυπρήκτορας ἔργοις.
Ζεὺς δʼ ὅτʼ ἂν Ἑρμείᾳ προσμάρτυρα φέγγεα βάλλῃ,
πουλυπλανεῖς ξενίης φαίνει μερόπεσσι κελεύθους
ἵξεσθαι, καὶ λέκτρα γυναικῶν ἥσσονα πολλῷ
θηρήσειν παρὰ κῦδος ἀνάξια θηλυμανοῦντας.
Ταῦτα μὲν ὡράων σκεπτήρια· νῦν δέ με χρειὼ
ἀκτινη βολίας ὁρίων τʼ αἰθωπὰ κέλευθα
δωδεκατημορίων τʼ ἄστρων κυκλόεσσαν ἐνισπεῖν
Ζωδιακήν, ἐξ ὧν γενεαὶ τέχναι τε βροτοῖσιν
κλωστὴν ἐκπληροῦσι βίου θνητοῖο πορείην.
Πρῶτα μὲν οὖν Στίλβων, φανερὸς θεός, ἡνἴκα καὶ Ζεὺς
εἰς ἀκτῖνα βλέπῃ Ἄρεος φαέθοντι σελασμῷ,
ἠὲ κατʼ οἰκείων ὁρίων πυριλαμπέος ὀφθῇ
Ἄρεος, ἀθλητῆρας ἀελλόποδάς τε προφαίνει
στερροτάτους τʼ ἔσσεσθαι, ἰδʼ ἐν νίκαις ἱερῇσιν
στέμματα μυριόδοξα καὶ εὐδοκιμοῦντας ἐν ἄθλοις.
ἄμφω δʼ ἤν τούτοισι Κρόνου προσμάρτυρος ἀστὴρ
εἰν ἰδίοις ὁρίοις φαινώπιδα τάξιν ἐπίσχῃ,
ἀστεφάνους τεύχει μέν, ἀλειπτῆρας δὲ κρατίστους
παιδοτρίβας δείκνυσι διδασκαλίης τε παρέδρους.
ἤν δὲ καὶ ἀφρογενοῦς Κύπριδος θοὸν ἀστέρα βάλλῃ
ἀκτὶς Ἑρμάωνος, ἐναλλάγδην τε γένωνται
εἰς ἰδίων ὁρίων ἄμφω τρίβον αἰθερόπλαγκτον,
κωμῳδοὺς λυρικῶν τε μελῶν μελπήτορας ἄνδρας
δείκνυσιν, μαχλικῶν τε λόγων θρασυγλωσσέας ᾠδούς,
ναβλιστοκτυπέας τε χοροῖς, κιθάρης τε μελουργούς,
ὀρχηθμῶν ἴδριάς τε καὶ ἐν θυμέλαις προφέροντας.
ἡνίκα δʼ ἂν Κρονικοῦ σέλας ἀστέρος Ἄρεος αἴγλην
πορφυρέαις ἀκτῖσι καταντίπερʼ αἰγλοβολήσῃ,
δισσά τʼ ἐν ἀλλαγμοῖσι φανῇ σελαγίσματα τῶνδε
ὧν ὁρίων, τεύχει θρηνήτορας ἄνδρας ἀσέμνους,
κεδροχαρεῖς, σορόεργα τέχνης κανονίσματʼ ἔχοντας,
νεκροτάφους, κλαυστῆρας ἀποφθιμένων, νεκρονώμας.