Ancient Greek
Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..248-5.ΒΙΒΛΙΟΝ Δ..302
Manetho Astrologus, Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..248-302
Not analysed yet
τούτων οὐκ ἀτυχὴς μὲν ἔφυ βίος, ἀλλʼ ἐπίμοχθος.
αἰπυπλανὴς δὲ Κρόνος Μήνης ἀκτῖσι πελάζων
δωδεκατημορίοισιν ἐν ἀλλαγμοῖσιν ἑαυτῶν
ἀχθοφόρους ὑδρέας τε καθαρτῆράς τε κελεύθων
ἀμφοδικῶν, οἰκτρούς τʼ ἀμαρησκαπτῆρας ἔσεσθαι
ἀγγέλλει, λουτρῶν τε καθαρτῆρας βαλανείων,
ἔν τε παραγχυσίῃσι μέλη μωλυτὰ καθέψει
καὶ πτηνοῖσιν ἄβρωτα καὶ ἀρνοφάγοισι λύκοισιν·
πρὸς δʼ ἔτι φύσονται τούτοις καρποσπόροι ἂνδρες,
ληνῶν ἀντλητῆρες, ἐν ὕδατι γηράσκοντες,
ἀρδευταὶ φορβῆς, λαχανηφόροι, ἡδʼ ἐπίμοχθοι
ὀνθολόγοι, γαίης τε μεταλλευταὶ καὶ ὑπουργοὶ
δυσπονίης, οἷς λᾶες ἀπʼ οὔρεος ἀκροτομοῦνται,
χαλκὸς κασσίτερός τε κελαινόχροος τε σίδηρος,
πάντα θʼ ἅτ’ ἐκ γαίης μερόπων ἐπίνοια ματεύει.
ἢν δʼ ἀκτὶς Κρονικὴκορυφὴν ἐπ’ Ἀρήιον ἔλθῃ,
φεγγοβολῶν ὀπτῆρα κακὸς κακόν, αἰγλάζοντες
ἔν θʼ ὁρίοις ἰδίοισι δυωδεκατημορίοις τε
συμμίγδην ἐπιβῶσι τριγωνίζοντι σελασμῷ,
γαστροτόμους, νεκρῶν τε ταριχευτῆρας ἀπηνεῖς
ἔσσεσθαι φαίνουσι, κακεμπορίης τε ματευτάς,
καὶ μυσαροὺς σηπτοῖσι τεχνάσμασι σηπεύοντας
ἔνθα δυσοσμίη τε καὶ οἰκτρότατʼ ἔργα τελεῖται.
Ἐέλιος δʼ ἀκάμας ὅτʼἂν ἀθρῇ τὸν πυρόεντα
ἀστέρʼ Ἐνυαλίοιο, θοαῖς ἀκτῖσι βολαυγῶν,
ζωιδίων τετράγωνον ἀνʼ οὐρανόεσσαν ἀταρπὸν
ἀμφίκερω Ταύροιο καὶ αἰθοτόκοιο Λέοντος
Κριοῦ τʼ εἰαρόεντος ἐπʼ ὠδίνεσσι βροτείαις,
ἰσγυρῶν ἔργων τεύχει πονοπαίκτορας ἄνδρας,
ὀχλοχαρεῖς, φιλόμοχθα θεατρομανοῦντας, ἴχνεσσιν
αἰθροβάτας, πηκτοῖσι πεταυριστῆρας ἐν ἄκροις,
αἰθέρι καὶ γαίῃ μεμετρημένα ἔργα τελοῦντας,
μιμοβίους, χλεύης τʼ ἐπιβήτορας, ὑβριγέλωτας,
ἐν ξείνῃ γήρως ἐπιβήτορας, ὀθνιοτύμβους,
ὄρνεα γῆς, πόλιος πάσης ἀπόλιστα γένεθλα,
μωρόφρονας, λιτούς, ἀσχήμονας, αἰσχρογέλωτας,
κρατοπαλεῖς, ἀχίτωνας, ἀεὶ κορυφῇσι φαλακρούς,
ὧν ὁ βίος χλεύῃ τέχνην ἀπεμάξαθʼ ἑτοίμην.
ἢν δὲ σὺν Ἠελίῳ τε καὶ Ἄρεϊ καὶ Κύπρις ὀφθῇ,
σχοινοβάτας τεύχει, καλοβάμονας, ὑψόθεν εἰς γῆν
γειτονίῃ θανάτοιο καταρριπτοῦντας ἑαυτούς,
ὧν ὁ πόρος μόρος ἐστίν, ἐπὴν εἰς σφάλματα νεύσῃ.
τούτοις δʼ ἄμμιγα πᾶσι Κρόνου συναλώμενος ἀστὴρ
τειχοδόμους τε τίθησι, καὶ εὐτόλμους κεραμουργοὺς
πηλαίης πλίνθου τε καὶ εὐτοίχων κανονισμῶν
θριγκῶν τʼ εὐθυντῆρας, ἀεὶ καμάτοισι συνήθεις.
ἢν δʼ ἰσόμοιρα κέλευθα Κυθηριὰς Ἄρεϊ βαίνῃ,
ἠὲ τρίγωνος ἐοῦσα κατʼ ἔμβασιν ἢ τετράγωνος,
ἢ διαμετρήσῃ φάος ἄπλετον ἀστέρι κείνῳ,
ἄμφω δʼ αὖτε τὸν αὐτὸν ἄμα θρώσκωσι τυχόντες
δωδεκατημορίων ἑλικὸν δρόμον αἰθροδόνητον,
τηνίκα τοὺς τεχθέντας ἀναγγέλλουσιν ἔσεσθαι
ζωροπότας οἴνου, μεθυχάρμονας, εἰλαπινουργούς,
δαιτυμόνας θιάσοισιν ἀεικώμους, ἀκολάστους,
ἤματα νύκτας ἄγοντας ὕπνῳ μετακοσμηθέντα·