Ancient Greek
Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..303-5.ΒΙΒΛΙΟΝ Δ..353
Manetho Astrologus, Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..303-353
Not analysed yet
πρὸς τούτοις δʼ ἔτι πουλὺ κακώτερα βλαστήσουσιν,
πλαστοκόμαι, νομίμων λεχέων κλεπτῆρες ἄθεσμοι,
μοιχευταὶ μυρόεντες ἀεί, νεομορφοτύπωτοι,
μάστροπά τʼ ἔργα πελοῦντες, ἀεὶ κακίῃσι γυναικῶν
σύμβουλοι, δόλιοι, κακομήστορες, αἰσχροδιδάκται,
ἴδμονες ὧν ἄλοχοι θαλάμους πωλοῦσι συνεύνων.
ὁππότε δʼ ἄν τούτοισι Κρόνου βλαβεραυγέος ἀστὴρ
συννεύῃ κατὰ χῶρον ἀνοικείοισι κελεύθοις,
παμπαθέας, στομάτεσσιν ὀπυιομένους, γονοπώτας,
μήδεα μασθὸν ἔχοντας, ἀναστροφίῃ τʼ ἐφυβρίστους
ἐκφαίνει φύσεσθαι, ἑταιροτρόφους τε γόητας,
πορνοσύνης ἀκρατοῦς σημάντορας, αἰσχεοκερδεῖς,
ἔχθιστον μυσαρὸν μεμαχλευμένον ἦτορ ἔχοντας,
παμψέκτους, ἀπόφωλα βίου μυσαρωπὰ γένεθλα.
φαινούσαις δʼ ἀκτῖσιν ὅτʼ ἂν Κρόνος εἰς Ἀφροδίτην
λαμπάζῃ, σελάεσσι φλογὸς βαρυβάμοκος ὁλκῷ,
Ἄρης δʼ αἰθαλόεις παρέῃ σὺν τοῖσι διωγμοῖς,
βυρσοτόμους τεύχει, δοροεργέας, ἔν τε καθέδραις
σκυτείῃ τέχνῃ μεμελημένα δαιδάλλοντας,
θηλυλάλους, ῥώπου τε γυναικῶν ἴδριας αἰεί,
τεκτοσύνης τʼ ἄρχοντας, ἰδ’ ἐν ναυπηγέσι τέχναις
καγκανέης ὕλης πελεκήτορας εὐξυλοεργούς,
λαοτόμους τε πέτρης σκληρώδεος, ἐγρεσιοίκους,
ἠδὲ λιθοψώκτῳ καμάτῳ βίον ἰθύνοντας.
τούτοις δʼ Ἑρμάων ἐπὶ τέρμονας ἡνίκʼ ἂν ἔλθῃ
οἰκείως, εὔσχημον ἔχων φάος Ἄρεος ἄστρῳ,
πρηκτῆρας δείκνυσι τελωνητάς τε βιαίους
φύσεσθαι, δεινούς τε χρεάρπαγας ἐργολάβους τε,
ἔνθεν ἐπήρειαί τε καὶ ἐκδύσιες τελέθουσιν,
ψευδοκατηγορίαι τε κατηγορίης τε τεχνασμοί.
μαρμαρυγὴν δʼ ἀκτῖνος ὅτʼἂν σελαηφόρος Ἑρμῆς
ἀμφὶ Σεληναίης σκολιὸν λαβύρινθον ὀρίνῃ,
ἠὲ πέλῃ κατὰ ταὐτὸν ἐπʼ αὐταῖς λαμπάσι Μήνης
δωδεκατημορίων, ἀντώπια φάγγεα κόσμου,
ἀγραυλοὺς δείκνυσι κυνηγητῆρας ἔσεσθαι
ἄρκυσι καὶ σταλίκεσσιν ἐυσταθέεσσι μέλοντας,
αἰθροτόκου τε γονῆς ἐπιβήτορας ἰξευτῆρας,ʼ
ἐνδεέας τε τίθησι τροφῆς κάμνοντας ἐπʼ ἔργοις·
ἢν δὲ καὶ οἰκείων ὁρίων ψαύσωσιν ἅμʼ ἄμφω,
ὑλογράφους ἄνδρας, κηραγγέας, ὁλκαδοχρίστας,
ζωοτύπους, μακάρων ἀποπλάστορας, εἰκονομόρφους
θήσονται, μεθόδῳ τε λινοστολίης προφέροντας,
πευκῆέν τε λίπασμα συνασκοῦντας σὺν ἐλαίῳ,
μόχθον πισσήεντα πονήσοντας παλάμῃσιν.
Ἀκτὶς δʼ αἰγλήεσσα Σεληναίης Ἀφροδίτην
φωτὶ νέῳ βάλλουσα καὶ Ἄρεϊμαρτυρέουσα,
ἀλλοτρίων θαλάμων φαίνει ληίστορας ἄνδρας
ἔσσεσθαι, μοιχευτὰ λέχη μελάθροισιν ἔχοντας·
θἢλυ δʼ ἐὸν τὸ πεφυκὸς ἐν ἤματι τοῦδε σελασμοῦ
πάγκοινον κέρδος θηρήσεται ἀνδράσι μιχθέν,
ἔκ τε χαμαιτυπίης ἕξει βίον εὔπορον αἰεί.