Ancient Greek
Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..402-5.ΒΙΒΛΙΟΝ Δ..449
Manetho Astrologus, Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..402-449
Not analysed yet
Παμφαίνων δʼ ἀστὴρ ὁπότʼ ἂν πολιοῖο Κρόνοιο
Ἠελίου σελάεσσιν ἀνʼ οὐρανὸν ᾖ ἰσόμοιρος,
τηνίκα φυομένων βρεφέων γεννήτορα πρῶτον
μητέρος εἰς Ἀίδην πέμψει νεκυοστόλος Αἶσα,
κτήματά τʼ ἐξολέσει πατρώια καὶ πολὺν ὄλβον·
καὶ δὲ κασιγνήτων θανάτους ὁρόωσι προόντων,
πλοῦτον δʼ ἐκ θανάτων πολλῶν μέγαν αὐξήσουσιν.
ἢν δὲ Σεληναίης ἀκτὶς ἰσόμοιρα πελάζῃ
φωτὶ Κρόνου, μάρτυς δʼ ἐπὶ σήματι τῷδε γένηται
καὶ Πυρόεις, μήτηρ προτέρη πατρὸς ἵξετʼ ἐς Ἅιθην,
ἠὲ μογοστοκίῃ δεδαιγμένη, ἢ διὰ νούσου
ἀμβλωσμοῦ θʼ, ἃ γυναιξὶ φύσις κρύφιμιʼ ἄλγε’ ἔδωκεν.
Ζεὺς δʼ ὅτʼ ἂν Ἑρμείαντε καὶ ἱμερτὴν Ἀφροδίτην
ἀκτῖσιν φαέθουσι βάλῃ λαμπραυγέσι κόσμου,
αὐτοκασιγνήτας ῥέζει κείνοισι βροτοῖσιν
νύμφας συγγενικάς τε, λοχεύονται δʼ ἀπὸ τούτων
ἄνδρες παιδείης ἡγήτορες, ἔν τε καθέδραις
γραμματικαῖς δήμοιο βίον διαποιμαίνοντες.
Ἠέλιος δʼ ἀκάμας ὁπότʼ ἂν Κύπριν Ἄρεϊ κοινῶς
ἀκτινηβολίῃσι πυριβλήτοισι καταθρῇ,
γνάπτορας εὐσήμων πέπλων, καὶ τεύκτορας αὐτῶν
ἱστοπόνους ἔσσεσθαι, ἰδὲ σμητῆρας ἀρίστους
πρηκτῆράς τʼ ἀγεληδὸν ἀλωομένους διὰ παντός.
Ἑρμάων δʼ ὁπότʼ ἂν Δία καὶ Κρόνον ἀγκυλομήτην
ἀκτῖσι στίλβουσι φλογὸς λαμπτῆρσι πελάζῃ,
νηοπόλους ἱερῆας, ἰδὲ ζακόρους θεοσέπτους,
γραμματέας, τεμενῶν τε προφήτορας ἂνδρας ἀυτεῖ
μυστιπόλους, ἱερῶν τε προϊσταμένους στεφανηδὸν
ἔσσεσθαι σηκῶν τε νεωκορίῃσι μέλοντας.
ὁππότε δʼ ἂν Κυθέρειαν ἐν ἀκτίνεσσι βολαυγῇ,
Ἄρεά τʼ οὖ πυρόεντα βραδὺς Κρόνος, οἱ τότε φύντες
γειοπόνοι ζήσουσι φυτοσπορίας ἀγαπῶντες
ὀθνείης χώρης τε καὶ οἰκείης διὰ παντός·
λήψονται δὲ λέχη δίχα γράμματος, οὐχὶ νόμοισιν,
ἐκ μετεωροσύνης δὲ συναντήσαντες ὁμεύνοις.
Κύπριν δʼ ἀφρογένειαν ἑλιξοπόρον τε Σελήνην
πυρσοβόλοις ἀκτῖσι βαλὼν τευχεσφόρος Ἄρης
μηχανικοὺς τεύχει τε καὶ ὀργανοπήκτορας ἄνδρας,
τεκτοσύνης τʼ ἄρχοντας, ἰδ’ αὐτοδίδακτα τέχνῃσιν
θαύματα δαιδάλλοντας, ἐν ἀλκήεντί τε θυμῷ
ἐργοπόνους παλάμῃσι καὶ ἁδροτάτους καὶ ἀρίστους
ἀχθοφόρους, καμάτων τε πόνους εἰς τέρψιν ἄγοντας.
τούτοις δʼ Ἑρμείας φαύλοις ἐν σχήμασιν ὀφθεὶς
μυθολόγους τεύχει τε καὶ αἰσχεορήμονας ἄνδρας,
μωρολόγους, χλεύης θʼ ἡγήτορας, ὑβριγέλωτας,
ἔν τʼ ἀρεταλογίῃ μυθεύματα ποικίλʼ ἔχοντας,
ψηφάων παίκτας τε καὶ ἐξ ὄχλοιο πορισμῶν
βομβηδὸν ζώοντας, ἀλήμονας ἧς χθονὸς αἰεί.