Ancient Greek
Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..354-5.ΒΙΒΛΙΟΝ Δ..401
Manetho Astrologus, Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..354-401
Not analysed yet
Ἑρμείου δʼ ἀκτῖνες ἐπὴν Κρόνον ἀκροβολῶσιν,
Ἄρεά τʼ ἐγρεκύδοιμον ἐπὴν ἐφορῶσʼ ἐπὶ τούτῳ,
ὃς δὲ Διωναίης Κύπριδος θοὸν ἀστέρα βάλλῃ,
τηνίκα δὴ μαχλάδας τεύχει παντοῖα μιγείσας,
καὶ πόρνας, τριβάδας τʼ ἀνδρόστροφα ἔργα τελούσας.
ἢν δʼ ἰσόμοιρα φανῇ Κυθερηιὰς Ἑρμάωνι,
ἄνδρεσσι ξείνοισι καὶ ἀλλοδαποῖσι μιγεῖσαι
δεσποτίδες μεγάλων τε βίων μελάθρων τε φανοῦνται.
τὸν συνετὸν κατιδών διὰ τετράδος ὅβριμος Ἄρης
οὐκ ἀγαθὸν τελέσει, βλαβερὸν δʼ ἐπὶ πᾶσιν ὀρίνει,
σκυλμοὺς ὑπνοφανεῖς, φαντάσματά τʼ ἡδʼ ἐπαγωγάς·
καὶ διεγείρονται νεκύων θάμβησιν ἔχοντες.
Αἰθαλόεις δʼ ἀστὴρ Ἄρεως ἀκτῖσι Σελήνην
φεγγοβολῶν ἰσόμοιρa κατʼ Οὐλύμποιο κέλευθα
ἀκροτάτοις κέντροισι, πρὸς ἐκθεσίην ἀτίθηνον
θηλυτέρων βρεφέων τε καὶ ἀρσενικῶν βίον ἕλκει·
οὐ μὴν εἰς θάνατόν γε πορεύσεται ἔκθεσις ἥδε,
ἀρνυμέναις δὲ γυναιξὶ τροφοῖς θʼ ὑποβάλλετʼ ὀθνείαις·
κἢν μὲν ἐπισκοπέῃ γενέθλην Κρόνος, εἰς ζυγὸν ἥξει
λατρείης πονόεντα· Διὸς δʼ ἐπιδερκομένοιο,
ἦμαρ ἐλευθερίης ἕξει ποιητὸς ὀθνείων,
συληθεὶς γονέων, οὐ γνήσιος ἐν μεγάροισιν,
σὺν δὲ διωνυμίῃ τε καὶ ἐν διποληίδι φήμῃ
ζήσεται ἀλλοτρίων γονέων, οὐχ ὧνπερ ἔβλαστεν,
χρήμασι καὶ στοργαῖς καὶ παιδοσύνῃσιν ὀθνείων.
αὐτὰρ ἐπήν γε Κρόνος Μήνῃ ἰσόμοιρος ὑπάρχῃ,
ἢ διάμετρα φανῇ πλαγκτῷ κόσμοιο πορείῃ
πάμπαν ἐς ἐκθεσίην βρεφέων γένος ἔσσυτʼ ἐκείνων,
ὧν γένεσις πρὸς μητρὸς ἐλέγχεται ἀνδράσι δούλη,
ἐκ γενέτου δὲ πέφυκεν ἐλεύθερα δεσποσυνάων.
ἢν δὲ Κύ πριςτούτοις προσμαρτυρέουσα γένηται,
ἥσσονες ἐκ πατέρων μητρὸς θαλέθουσι λοχείαις.
ἦμος δʼ Ἑρμείας Ζηνὸς φαέεσσʼ ἰσόμοιρον
ὁρμήσῃ, τῆμος μὲν ὁ φυόμενος θηητῶν
σεμνοτάτων γονέων ὀφθήσεται, οὗ πατρὶ μήτηρ
παρθένος εἰς θαλάμους ζευχθήσεται ἀνδρὸς ἄπειρος,
ἔσσεται ἐν γενέθλῃσι φάος σπανάδελφον ἐσαθρῶν.
σχῆμα δʼ Ἄρευς ἐπὶ τοῖσιν ὅτʼ ἄν πυριμάρμαρος ἀστὴρ
Κύπριδι συννεύσῃ, ἔτι καὶ Κρόνου εἰσορόωντος,
ἢ μετὰ χηρείην μήτηρ πατρὶ τοῦδε συνήξει,
ἢ διὰ μοιχοσύνην δολοεργέα νυμφευθεῖσα.
Ἠέλιος δὲ Κρόνοιο καὶ Ἄρεος ἀστέρας ἀθρῶν
ἀκτινηβολίῃσι φαεσφόρου Οὐλύμποιο,
ναυσιβάτας φαίνει καὶ ἐν ὕδασι νήκτορας ἄνδρας
ἔσσεσθαι, σκαφέων τε κυβερνητῆρας ἀύπνους,
πρωτάρχας τε νεῶν, οἳ πολλάκι ναυφθορίῃσιν
χείματος ὀρνυμένου βίοτον λείψουσι διʼ ἅλμης,
νηχόμενοι Μοίραις βαιὸν χρόνον ἐν πελάγεσσιν.