Ancient Greek
Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..552-5.ΒΙΒΛΙΟΝ Δ..600
Manetho Astrologus, Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..552-600
Not analysed yet
ἢν δὲ καὶ αἰθαλόεις ἀστὴρ σὺν τοῖσι φανείη
Ἄρεος ἐν κύκλοισι θοοῦ δινήματι κόσμου,
φάσμασι δαιμονίοισι συναντήσουσιν ἐκεῖνοι,
ψυχῇ δερκόμενοι νεκροειδῆ, νερτερόμορφα,
ἔν τε καταγγελίῃσι θεῶν μηνύμασί τʼ αἰεὶ
ὀξύφοβοι λυπρὸν βιότου τέλος ἀθρήσουσιν,
εἰδώλων στονόεντα τύπον διὰ παντὸς ὁρῶντες,
ὧν πλάστειρα θέα πικροῦ θαμβήματος ἄρχει.
Ἄρεϊ δυομένῳ μέσον οὐρανὸν ἢν Κρόνος ἔλθῃ,
ἔσται μισέλλην γενέθλῃ, τιμήν τε θεοῖσιν
οὐχὶ νέμων, ἄνομός τε φρεσίν, πλήθοντι λογισμῷ
ἀλλόφρων, δύσμικτος, ἀμετροεπής, ἀτράπεζος,
αὐτόνομος, κακόθυμος, ἀθεσμοφάγος, δολοεργός,
ὀθνείων κτεάνων ἐπιθύμιος, ὃν διὰ παντὸς
δῆμοι μισήσουσι διʼ ἀφροσύνην ἀλόγιστον.
Μήνης ἐρχομένης μέσον οὐρανὸν ἐν γενέθλῃσιν,
Ἑρμείας δύνων τε καὶ ὡρονομῶν Κρόνος ἄνδρας
εὐξοάνους παλάμῃσιν ἀγαλμοτυπεῖς, θεοπλάστας,
χαλκοτύποις τέχνῃσι κολοσσοπόνους παναρίστους
Ζεὺς δʼ ὑψοῦ φοράδην νέον ἀστέρα φεγγοβολήσας,
ὥρην Ἠελίου βιοτοσκόπον αὐγάζοντος,
ἐκφαίνει γενεῆς βασιληίδος ἄνδρας ἔσεσθαι
κοινωνοὺς μετόχους τε, καὶ ἐκ σοφίης κλέος ἕξειν,
ῥητορικοῖς τε λόγοισι μέγʼ εὐτυχίης μετέχοντας
ὄλβον καὶ βιοτὴν εὐδαίμονα καρπώσεσθαι.
Ἑρμης δʼ εἰς ὥρην μεροποσπόρον ἡνίκʼ ἢν ἔλθῃ,
δυνούσης Μήνης ὑπὸ λοίσθια τέρματα γαίης,
ἀνέρες ἔσσονται βαθυχρήμονες, ἔν τε τραπέζαις
πιστόφρονες πόλιος ταμιεύτορες, ἔν τε τοκισμοῖς
καὶ χρείαις ζήσουσι βίον πολὺν ὀλβονομοῦντες.
ἢν δὲ Κύπρις κατὰ γῆς ἕλκῃ δρόμον ἀστερόεντα,
καὶ Κρόνος οὐρανίην ἀτραπὸν μεσοδερκέα βαίνῃ,
στείρας τοι δείξει καὶ ἀτέκμονας ἀνδράσι νύμφας
ἀσπορίῃ τε τόκοιο λέχη λιπόπαιδα φερούσας.
Ζηνὸς δʼ αἰθροπλανὴς ἐπὶ τούτοις μάρτυρος ἀστὴρ
δερχθείς, ἀλλοτρίων τέκνων ὑπόβλητα γένεθλα
ἀνδράσιν ἠδὲ γυναιξὶν ὑπὸ στοργῇσι θυραίους
ἢν δʼ ἰσόμοιρος Ἄρης κατὰ σήματα τοιάδε λάμψῃ,
φύσονται μάχλοι, διδυμόστροφοι, ἀρσενομίκται,
μεμφόμενοι φύσεως ὀρθὴν ὁδόν, ἔν τε πόλεσσιν
ἀλλοτρίαις ζήσουσιν ἀλώμενοι αἰσχεόφημοι.
ὁππότε δʼ ἂν γενέθλην ἐφέπῃ Κρόνος ὡρονομεύων,
ἐν κακοδαιμοσύνῃ δὲ Σεληναίης φάος ὀφθῇ,
Ἠελίου δʼ ἀκτῖνες ἀποκλίνωσιν Ὀυλύμπου,
ἐκθεσίην ἕξουσι, τραφήσονται δʼ ὑπʼ ὀθνείων.
Ἡνίκα δʼ ἂν Κυθέρη ἐσαθρῇ τεκνοσπόρον ὥρην
φυομένων, συνέῃ δὲ Κρόνος τʼ Ἄρης τε σὺν αὐτῷ
φέγγεϊ λαμπομένω κακοεργέι, τῆμος ἔσονται
ἐξ ἀπελευθερίης βασιληίδος ἡμισύδουλοι.