Ancient Greek
Book 5, lines 5.ΒΙΒΛΙΟΝ Δ..601-5.ΒΙΒΛΙΟΝ Δ..626
Manetho Astrologus, Apotelesmatica 5.ΒΙΒΛΙΟΝ Δ..601-626
Not analysed yet
ἢν δʼ ἰσόμοιρα Κρόνοιο σελάσματα Κύπριδος ὀφθῇ,
πανδούλους τε τίθησιν ὁμόζυγα λατρεύοντας,
οἰκέτιδος γενεῆς τε πεφυκότας ἐκ γενετήρων·
οὗτοι δεσποσύνων τε πικρὰς ἕξουσιν ἀνάγκας,
ἐξ ἑτέρων τε δόμων ἑτέροις πάλι δουλεύσουσιν,
ἑπτάκι κυρείαις καὶ πεντάκι καινισθέντες,.
εἰς γῆρας δʼ ἥξουσιν ἀνασσόμενοι διὰ παντός.
Ἠελίου δʼ ἀκτῖνες ἀνοικείως ἐπὶ τούσδε
νεύουσαι δεσμούς τε κατηγορίας τε φοροῦσιν
ἀνδράσιν οἰκονόμοισι, καὶ ἔμπαλιν ἔκλυσιν ἄτης,
κινδύνων κρυερῶν τε καὶ ἀλγεινῶν εἱρκτάων.
ταὐτὸ πάθος κείνοισι καὶ ἄρξεται, ἢν ἀπολήγῃ ——————
Ἀντιμεσουρανέων δʼ ὁπότʼ ἂν Κρόνος Ἀρεῖ λάμψῃ,
θηροβόρου θανάτου φωσὶν κλωθῶα βαρεῖαν
ὧν σάρκας δαΐσονται ὀρέστεροι ἠὲ λέοντες,
σύες ἀργιόδοντες, ἢ αἱματοπώτιδες ἄρκτοι·
σχήμασι δʼ ἐν τούτοις ὁ γεγὼς καὶ πτώσιας οἴκων
ταρβείτω, καὶ σφάλματʼ ἀφʼ ὑψηλοῖο μελάθρου.
Πάντα γὰρ ἀνθρώποισι πέλει κατὰ Μοῖραν ἄφυκτον·
ὡς μὲν ζωιδίων κύκλιος πόρος αἰθέρα τέμνει,
μιγνυμένων στοιχηδὸν ἀφισταμένων τʼ εἰδώλων,
οὕτω καὶ μερόπων γενεὴ καματηδὸν ἀλᾶται,
ἢ βίον ἢ θάνατον διζημένη οὐρανόπλαγκτον.
Ταῦτά τοι οὐρανίων ἄστρων στοιχεῖα τέτυκται,
οἷς ὁ πάλαι καὶ ὁ νῦν καὶ ἐπὼν χρόνος ἐκμεμέτρηται
ἐκμέτροις αἰῶσι, καὶ εἰς αἰῶνας ὀπηδεῖ.