Ancient Greek
Book 6, lines 6.ΒΙΒΛΙΟΝ Ε..169-6.ΒΙΒΛΙΟΝ Ε..215
Manetho Astrologus, Apotelesmatica 6.ΒΙΒΛΙΟΝ Ε..169-215
Not analysed yet
ἢν δʼ ἐπάνω φέρεται μετὰ Ἠελίοιο Σελήνη,
ἡνίοχος καμπτῆρα διερχόμενος, φιλονείκως
ἱπταμένων πώλων τετράζυγον ἅρμα διώκων,
καὶ νύσσῃ σύρδην ἐπινίκιον ἵππον ἐλαύνων.
ἢν δὲ Σεληναίη ὕψωμ’ ἀνιοῦσα σὺν Ἑρμῇ
αὐξιφαὴς κατίδοι κλυτὸν Ἥλιον Ὠκεανίτην,
ἰξῷ χρησαμένην τέχνην καλάμοις τʼ ἀναφαίνει,
καὶ ταύτην ἴρηξ ὠκύπτερος οὔ ποτε λείπει.
Ἄρεα δʼ εἰ γνοίης ἀκρονύκτιον ὀβριμοεργόν,
καὶ σὺν τῷδε Κρόνον τε καὶ Ἑρμείην παρεόντα,
ἀράμενοι παλάμαις ὑπὸ τύμπανα φάσγανον ὀξὺ
μιμοῦνται δυσαγῆ Κυβελήιον ἔνθεον Ἄττιν.
ἢν δʼ Ἄρης ζώοις ἐπὶ φωλεύουσι τὰ κέντρα
ξυνὰ Ζηνὶ λαχὼν κατίδῃ Κρόνον ὄνθʼ ὑπόγειον,
ῥιζοτόμους τεύχει, παραβαλλομένους, ἐπαοιδούς,
ζητοῦντας θάνατον κακοδαίμονα καὶ μόρον αὔτως
ἀσπίδος αἰνομανοῦς πλατυαύχενος, ἡδʼ ἄῤ ἐχίδνης
διψάδος αἱμοβόρου φοβερὸν θάνατον προκαλοῦντος,
Τανταλικῇ κολάσει ὑπὸ γαμφηλῇσιν ὀδοῦσιν
ἰὸν ἐρευγομένης ἐπιδίψιον ἄσθματι δεινῷ.
εἰ δʼ αὔξουσα τύχῃ μεσσουρανέουσα Σελήνη
καὶ διάμετρος Ἄρης σύν τʼ Ἠελίῳ ὑπόγειος,
φρυγομένων σαρκῶν ὑποτήκεται ἔμπυρος ἀνήρ.
καὶ δύνων Πυρόεις, ὁπότʼ ἂν Κρόνος ὡρονομήσῃ,
σαρκοβόροις θηρσὶν παρέχει γεννώμενον ἄνδρα·
ἢ γὰρ ὑὸς καπρίοιο ὑπέστη λευκὸν ὀδόντα,
ἢ γναμπτοί σφʼ ὄνυχες λαιμὸν διόρυξαν ὄρεσσιν
πορδάλιος στικτῆς ἠὲ βλοσυροῖο λέοντος.
ἡνίκα δʼ ἡ βασίλεια μέση συνέχοιτο Σελήνη
Ἄρεος ἠδὲ Κρόνου συλλαμπομένη ἰσόμοιρος,
τῷ μὲν ἔδωκε βρόχον, τῷ δʼ αὖ βυθόν, ᾧ δὲ μελάθρων
πολλάκις ἢ πτώσεις ἢ χώματα προσκυλίσασα
κληίδων ἀπέρηξε βίῃ συνθλωμένῳ ὀστᾶ.
Μὴ λαθέτω σε Κρόνος ἰσομοιρήσας Ἀφροδίτῃ,
τέκνῳ μὲν τεύχων Πελοπήιον ἠὲ Θυέστην,
ἠὲ καὶ εἰς ἄλλην ἀσεβῆ υἱὸν Ἰοκάστην,
πολλάκι δὲ προγόνους καὶ μητρυιῇσιν ἔμιξεν,
ἠδὲ κασιγνήτοις ἐπάγει ὁμογάστριον εὐνήν.
ἐνθάδε μοι, βασιλεῦ, τῷ σχήματι γίγνεο μάρτυς,
γνωρίζων γενεῇ τοὺς Ἀρσινόης ὑμεναίους.
Χαίρειτοι Τιτὰν μὲν ἐπʼ ἀρσενικοῖσι τόποισιν,
γήθει αὖ Μήνη πάλι θηλυτέροισιν ἐν οἴκοις.
εἰ δʼ ἄμφω τούτους ἐνὶ θηλυτέροισι καθεύροις,
εὐνοῦχον σὺ νόει ταλαπείριον ἠὲ κίναιδον,
ἱστοῖς, ἠλακάταις μιμούμενον ἔργα γυναικῶν.
εἰ δὲ γυναῖκα λάβοις εἰν ἀρσενικοῖσιν ἔχουσαν
Μήνην Ἠέλιόν τε, νόει τὸ σχῆμʼ ὅ τι δηλοῖ·