Ancient Greek
Book 6, lines 6.ΒΙΒΛΙΟΝ Ε..216-6.ΒΙΒΛΙΟΝ Ε..273
Manetho Astrologus, Apotelesmatica 6.ΒΙΒΛΙΟΝ Ε..216-273
Not analysed yet
ἀνδρῶν ἔργα τέλεσσε γυναιξὶ συνευνάζουσα.
Νυκτερινὸς δὲ Κρόνος ὁπόταν ὑπόγειος ὑπάρχῃ,
καὶ δέ τʼ Ἄρην ἐσίδοις γε μεσουρανέοντα ἄνωθεν,
ἁπλώσας παλάμῃσιν ἐπὶ ξύλου ὑψόθι σῶμα
οἰωνοῖσι βορὴν ἐπανιπταμένοις ἐπέδειξεν,
μοίρης νευροτόμου ἐσφιγμένος ἄκρα σιδήρῳ.
Τὴν Μήνην σκέπτου, εἰ Τιτῇνος ἐνὶ οἴκῳ,
κἢν εὕρῃς τοῦτον φωλευόμενον διάμετρον,
καὶ φυγάδας σὺ νόει καὶ ἀτιμήτους διὰ πάντων.
Αὐξιφαὴς Μήνη θερμὸν διάμετρον Ἄρηα
ἢν προφύγῃ, λίην ψυχρήν τʼ ἀκτῖνα Κρόνοιο,
Ζεὺς δὲ τρίγωνος ἔῃ ἐν σχήματι τῷδέ γε μάρτυς,
τὸν βίον αὐτὸς ἔχων ἢ καὶ καθορῶν διάμετρος,
ἡλικίῃ μὲν πρῶτα μέγαν, περιμήκεα θῆκεν,
ὀφθαλμοῖσι χαρωπὸν ἰδʼ ὀφρύσιν εὖ ἀραρυίαις,
τὴν δʼ ἰδίην ἀκμὴν φιλέοντι δίδωσιν ἐραστῇ,
τὴν δʼ ἄλλου ὥρην αὐτὸς ποθέων ἀγαπήσει,
ζηλώσει δούλην δʼ, ἢ ψάλτριαν, ἢ πολύκοινον,
ἐχθροὺς δʼ ἐκπτώσσει, τοῖς κρείττοσιν ἀντιφερίζων,
καὶ πάτρης εἴξει, ἡδʼ ἐν ξείνῃ διατρέψει,
καὶ πλαστῇσι γραφαῖς ἀπελαύνεται ἄλλοσε γαίης
εἰς στεινὸν ζωῆς λύπης μέτα, ταῖς ἐπὶ τέχναις
ἀλλοτρίαις τε γραφαῖς ἐπιτέρπεται, ἢ δίχα λύπης
εὐτραπέλοισι γραφαῖς τερπνὸν βίοτον διοδεύει.
Ἠνίκα δʼ ἂν Μήνη Ἑρμῇ στίλβοντι συνάπτῃ,
ῥήτορα σημαίνει, καί ῥʼ ἐν μελέτῃσι σοφιστὴν,
εὔγραμμον πινυτόν τʼ, ἐν γυμνασίοις τʼ ἴσον Ἑρμῇ.
Σκορπίος, Αἰγόκερως καὶ Καρκίνος ἠδʼἄῤ οἱ Ἰχοῦς
ἐκ φολίδων πολλῶν συγκείμενοί εἰσι τὸ σῶμα,
καὶ λεπίδων πολλῶν λεπτῶν θʼ ἅμα καὶ πολυχρώμων·
ἐν τούτοισι τυχὼν Πρέσβυς καὶ λοίγιος Ἄρης
καὶ Μήνηκεραὴ καὶ γλαυκιόωσα Κυθήρῃ
ψώρην καὶ λέπρην, ἀλφούς, λειχῆνας ἔτευξαν.
κεντρωθεὶς δʼ Ἄρης ἤν πως φαίνοιτο σὺν Ἐρμῇ
Ἡελίου οἱκῳ καθορώμενος, ἐχθρὸς ἐπʼ ἐχθρῷ,
ὀφθαλμὸν βλάπτει, εἰ μέν θʼ ἕνα φωσφόρον ἀθροῖ·
εἰ δʼ ἄμφω κατίδοιτʼ, ἀλαὸν καὶ πηρὸν ἔθηκεν.
Εἰ δʼ ἀγαθὸς σωτὴρ φαεσίμβροτος οὐράνιος Ζεὺς
αὐξιφαοῦς Μήνης ὑποδέξεται ἱερὸν ὄμμα,
ἀρχῇ καὶ πίστει καὶ τιμαῖς ἐστεφάνωσεν,
εἵμασι πορφυρέοις τε φέρει κοσμούμενον ἄνδρα.
Ὁ Κρόνος Ἑρμείαν κατέχων Κριοῦ ἐνὶ οἴκῳ,
ἢν Μήνην ἐσίδῃ ὕψωμ’ ἀνιοῦσαν ἑαυτῆς,
ὡρονόμου τε κρατῇσι, βραβεὺς τοῦ πνεύματος αὐτός,
τραυλὸν ἐνὶ γλώσσῃ, ἀχαρίστατον εἶδος ἔχοντα,
ταῖς ἀκοῇσι βαρὺν καὶ τοῖς ποσὶν ἠδὲ καὶ ἄρθροις,
εὔμουσον, λιγυρόν, φιλοπαίγμονα τῇ διανοίῃ,
ζωῆς καὶ μούσης εὐσύνθετον εἰς τὸ νοῆσαι
ἀνθολόγοισι τροφαῖς ἠδʼ εἰν ἰδίῃσι μελίσσαις.