Ancient Greek
Book 6, lines 6.ΒΙΒΛΙΟΝ Ε..326-6.ΒΙΒΛΙΟΝ Ε..340
Manetho Astrologus, Apotelesmatica 6.ΒΙΒΛΙΟΝ Ε..326-340
Not analysed yet
εἰ δὲ Κρόνος Παφίηνἰδίοις οἴκοισι καθεύροι,
κἢν φάσκῃ τίκτειν ἐκ νηδύος, οὔ ποτε τίκτει,
ψευδομένη δʼ ὠδῖνας ἀνώδυνός ἐστιν ἄτεκνος,
ἀλλοτρίην τε γονὴν ὑποβαλλομένη κακοτέχνως
καὶ κλίνασα δέμας στείρα λοχός ἐστʼ ἐπὶ κλίνης,
καὶ πλαστὴ μήτηρ ἐσκήψατο τὴν φάσιν ἁγνώς.
Ἄρεα καὶ Παφίην συναφαῖς εὑροῦσα Σελήνη
Ἠελίοιο τόποις ἢ καὶ Στίλβοντος ἐν οἴκοις,
ἢν διάμετρον ἔχῃ δνοφερὴν ἀκτῖνα Κρόνοιο,
ἰσχνὴν καὶ λυπρήν, κακοπρήγμονα καὶ κακόβουλον,
αὐστηρήν, προπετῆ, πολυπρήγμονα, βάσκανον αἰεί,
εὔκνιστον, πρόλαλον καὶ βληχρὴν καὶ φιλόνεικον,
λυσσάδα, ζηλότυπον καὶ ἀγνώμονα καὶ περίεργον,
πῆμα λυγρῷ γαμέτῃ συναλιζόμενον κακοῆθες·
ἀλλʼ ὑπὸ τῆς Παφίης ἀμβλυνομένη μεταβάλλει.