Ancient Greek
Book 6, lines 6.ΒΙΒΛΙΟΝ Ε..274-6.ΒΙΒΛΙΟΝ Ε..325
Manetho Astrologus, Apotelesmatica 6.ΒΙΒΛΙΟΝ Ε..274-325
Not analysed yet
Εὔσφυρος Ἑρμείης ἢν Ζηνὶ μόνῳ συνοδεύῃ,
εὔπορος ἀκριβής τε φύσει, κυκλῶν τὸ νόμισμα·
σμικρολόγος γὰρ ἐὼν πολλοῖσι τόκοις ἀναβαίνει,
φειδωλός, ψηφών τε φιλάργυρος ἠδὲ δανειστής.
ἐν δὲ τρίταις χώρῃσιν ἀφʼ ὡρονόμοιο τυχήσας
ἀγρευτῆρι λίνῳ ἀνεφέλκεται ἐξ ἁλὸς ἰχθύν.
εἰ δʼ Ἄρην ἐσίδοις θυμούμενον ἐκ διαμέτρου,
καὶ δολίοισι βρόχοις ὀρεσίτροφα πάντα κυνηγεῖ.
Ἢν Παφίην εὕρῃς περιπλεξαμένην τὸν Ἄρηα,
μοιχοὺς καὶ λάγνους καὶ παντοπαθεῖς ἐποίησεν.
Ἐν Παφίης οἴκοις ὁ Ζεὺς ἐπίδοξος ὑπάρχει,
καί ῥʼ οὕτως παρέχει, ἢν καὶ ἐπίδοξα τὰ φῶτα·
καὶ πάτρῃ χαίρουσι, καὶ ἐν ξείνοισι βιοῦσιν·
τιμῶνται συνεχῶς ἠδ’ ἐξ ἀλόχων ἀγαπῶνται·
αὐχοῦσιν στεφάνοις, φιλίαις γήθουσιν ἀνάκτων·
μαρτυρίαις δόξῃσί τʼ ἀγαλλόμενοι σελαγεῦνται,
πενθερικοῖς θαλάμοισι διωκόμενοι καθορῶνται,
ἢ κλοπίμως φθείρουσι λέχη ἰδίων συνεφήβων.
Ἢν δέτ’ ἔχῃ σύνδεσμον ἐπʼ Ἠέλιόν ποτε Μήνη,
ἐκ πενίης πλουτεῖ τε καὶ εἰς πενίην ἀνακάμπτει·
δόξαν ἔχει τέχνης Ἑκατησίου εἵνεκα κέρδους,
καὶ μαγικῇ συνέσει πέπιθεν τὰ πνεύματα φεύγειν,
καὶ κρυφίμαις βίβλοις ἐπαγαλλόμενος περιείργει·
πίστεις μὲν παρέχει σοβαραῖς μεγάλῃσι γυναιξίν,
ἐκ δὲ τύχης μικρῆς ἐπὶ μείζονα πίστιν ὁδεύει.
κἢν εὕρῃ Μήνη μετὰ τὴν λύσιν ἀστέρας ἐσθλούς,
σιτοδόται, κτίσται, μὴ φειδόμενοι φιλοτίμως
ὄλβον καὶ πλοῦτον καὶ χρήματα χρυσοφορητὰ
εἰς βυθόν, εἰς ἀνέμους διαπαιζόμενοι δαπανῶσιν,
καιροῖσιν πάμπαν, τὸ πλέον δὲ περισσὰ διδόντες
λείπονται πάντων ἐλεούμενοι οὐδὲν ἔχοντες.
Τὰς αὐτὰς δυνάμεις εἴτʼ ἀνδράσιν εἴτε γυναιξὶν
σκεπτόμενος προλέγω, ὥρη δὲ φύσιν διορίζει·
ἀλλὰ καὶ ὣς ἐρέω τοῖς σχήμασι καὶ τὰ γυναικῶν.
σώφρονας ἡ Παφίη οἴκοις ἰδίοις, μετὰ Ζηνὸς
εὐμόρφους, πινυτάς τʼ, ἢν καὶ Στίλβοντα καθεύρῃ·
καὶ πόρνας ὁ Κρόνος ἀσχήμονα ἔργα τελούσας,
ἐν διθύροις αἰεί τε προϊσταμένας ἀναφανδόν.
τετράποσιν ζώοισιν εἰ στείχουσα Σελήνη,
εἰ καὶ τὴν ὥρην ἐν τετραπόδεσσι καθεύροις,
ἀρρήτοις ἔργοισι μιαίνεται, ἠύτ’ ἐπʼ ἔργοις
ἐκ στομάτων αἰσχροῖς διαβαλλομένη κακοφήμως.
εἰ δʼ Ἄρης ἠοῦς γε μεσουρανέοιτο, λογίζου,
ἦ πολλοῖς μήτηρ ἐπὶ δάκρυσιν ἔστενʼ ἄτεκνος.