Ancient Greek
Book 6, lines 6.ΒΙΒΛΙΟΝ Ε..83-6.ΒΙΒΛΙΟΝ Ε..126
Manetho Astrologus, Apotelesmatica 6.ΒΙΒΛΙΟΝ Ε..83-126
Not analysed yet
καὶ διδόασι γονὴν ἰδὲ πένθιμον ὄμμασι δάκρυ.
Ἄρης καὶ Στίλβων, σύμφωνα τὰ κέντρα λαχόντες,
ὑψηλούς, δρήστας, μεγαλόφρονας ἠδὲ βιαίους,
πταίοντας τόλμῃ καὶ σφαλλομένους ἐπὶ δόξῃ·
ἤτοι γὰρ κολάσει συνελαυνόμενοι βεβάρηνται,
ἢ ἀλόγους μέμψεις ὑπενεγκάμενοι πεπάτηνται,
ἠὲ πάτρην φεύγουσι διωκόμενοι παῤ ἕκαστα.
ἢν δὲ Κρόνος τούτῳ τῷ σχήματι μάρτυς ἐπέλθῃ,
τὸν δρησμὸν λύσας δόξαν παλίνορσον ἔδωκεν,
καὶ χειμῶνι πικρῷ γλυκερὴν ἐπέχευε γαλήνην.
Ἑρμείας κακότεχνος ὁμοῦ καὶ πυρβόλος Ἄρης,
ὄλβῳ γὰρ πίσυνοι καὶ τεύχεσι θωρηχθέντες
ἐλπίσιν ἀπλήστοις μεγάλας ἀρχὰς μελετῶσιν·
οὐρανίοις δʼ ἄστροις μέγʼ ἀειρόμενοι ἀτῶνται,
ἠδʼ ἄστρων ψαύσαντες ἑὴν διὰ πίστιν ἄπιστον
οὐρανίῃσι βολαῖς ὡς ἀστέρες ἄφνω ἔλαμψαν,
οὐρανίῃσι βολαῖς ὡς ἀστέρες ἦλθον ὑπʼ ὄρφνην.
Καὶ Παφίη δύνουσα κακή, ὡς λοίγιος Ἄρης·
ἀλλʼ ὁ μὲν ἀλγύνει ψυχὴν καὶ σῶμα βρότειον,
ἡ Παφίη δὲ πικρὴ καὶ βάσκανός ἐστʼ ἐπὶ λέκτροις.
Ἑρμῆς καὶ Παφίη ἰδίαις μοίρῃσι ταπεινοὶ
ξυρομένους κεφαλὰς μίμους ὄχλοισι γελοίων
Οὐ καλός ἐστιν Ἄρης καὶ ἐπεμβαίνων Ἀφροδίτῃ·
ζήλους γὰρ τεύχει φοβερούς, καὶ φάρμακα δεινά,
καὶ κρύφιμα στομάχων ἀλγήματα καὶ νόσον ἄρθρων.
Ἥμερός ἐστιν Ἄρης ἐπὶ τὸν Δία πάντοτʼ ἄκεντρος.
Αὐξιφαὴς δʼ ἀγαθὴ κατὰ πάντα πέφυκε Σελήνη,
ἢν φεύγουσα Κρόνον ἐπὶ τὸν Δία πρῶτονἵκηται·
καὶ λείπουσα καλή, ὁπότʼ ἂν Παφίῃ συνοδεύῃ·
μεῖον δʼ ἢ μεῖζον μεστὴ πρὸς Ἄρηα κακίστη.
Πλησιφαὴς Μήνη ἐπὶ τὸν Κρόνον ἐστὶν ἀρίστη·
πλοῦτον γὰρ πουλὺν παρέχει, ἀλλ’ οὐκ ἐπὶ δόξῃ.
Πλησιφαὴς δʼ ἀκτῖσιν ἀπορρείουσα Κρόνοιο
ψυχαῖς πλαζομένους, ἐξισταμένους διανοίης,
σαρκῶν ἐξ ἰδίων ἀπογευομένους, ἱεροῖσιν
θυμῷ μορμύροντας ἐπίψογον εἰς νόσου ὀργήν,
βωμολόχους θʼ ἱερεῖς, τιμαῖς θείῃσι προφήτας.
Ἠέλιον Μήνη ὁπότʼ ἂν συναφῇσι καθεύροι,
ἀρχῇσιν πλοῦτον παρέχει πενίην ἐπάγουσα·
οὐκ ἰδικὴν γὰρ ἔχει φάσιν ἡ θεός, ἀλλά τινʼ αὐγὴν
χείρονʼ ἀπʼ Ἠελίοιο δανείζεται, οὐ μόνιμον φῶς·
Μήνη δʼ ὡς σχομένη περ ἀπώλεσεν, ὅσσον ἕλῃσιν,
οὕτω καὶ πλούτῳ πενίην ἐπέθηκε φέρουσα,
ἀντιτύπῳ νεμέσει ἀποδωκαμένη τὸ δάνειον.