Ancient Greek
Book 6, lines 6.ΒΙΒΛΙΟΝ Ε..42-6.ΒΙΒΛΙΟΝ Ε..82
Manetho Astrologus, Apotelesmatica 6.ΒΙΒΛΙΟΝ Ε..42-82
Not analysed yet
καὶ τούτων δὲ ἕκαστος, ὅτʼ ἂν ἐπίκεντρα τὰ φῶτα,
ἢν δʼ ἀτόνως λεύσειε, συνεξώλισθεν ἅπαντα.
Ὡς ὅτʼ ἂν ἐν μεγάλοις τοῖς σχήμασικαλὸν ἀθρήσῃ
ἀστὴρ ἀργαλέος, ὑπὸ βασκάνῳ ὄμματι θραύει,
οὕτως ἀργαλέοις ἀστὴρ καλὸς ὄμματ’ ἐποίσει
ἢ τετράγωνος ἐὼν τοῖς σχήμασιν ἢ διάμετρος.
Ἀντολίην ζητῶν καὶ τὴν φάσιν ἐν συναφῇσιν,
νυκτερινὸν δείμαινε Κρόνον καὶ ἑῷον Ἄρηα·
ἀρχαὶ γὰρ τούτῳ πάμπαν τελέθουσιν ἀηδεῖς.
ὡς πυρὸς αἰθομένου στυγεραὶ φλόγες εἰσὶν ἐν ὕλῃ
λάβῤ ἐπιγινομένου καὶ σβέννυται εὐθὺ παῤ ἀκμήν,
ἢν δʼ ἐσίδῃ Παφίην, οὐ μαίνεται, ἀλλὰ κενοῦται.
τοῦ δὲ Κρόνουτάρβει αἰεὶ κατὰ πάντα τελευτήν·
ψυχρὸς γάρ τε πέλει τῇδε Κρόνοιο βολὴ καὶ πήγνυται αἰεὶ
ὄψιμος· εἰ δʼ ἄμφω διʼ ἔριν περὶ κέντρον ἔωσιν,
ἔνθʼ ἀκαταστασίαι καὶ πῆμʼ ἐπὶ πήματι δεινῷ.
ἢν στείχωσι δʼ ὁμοῦ συνόδοις ἢ εἰς ἕνα χῶρον,
εὐκρασίῃ χαίρουσι καὶ οὐκέτι δῆριν ἔχουσιν·
θερμότατος γὰρ ἐὼν ψυχρῷ ἀνακίρναται Ἄρης,
ψυχροτάτη δὲ Κρόνοιο βολὴ ὑποθάλπεται Ἄρει.
Μειλίχιος Κρονίδης κατὰ πάντα Κρόνῳ συνοδεύων
σύν τʼ ἄστροις πᾶσιν, πλὴν Ἠελίου κακοτργοῦ,
σὺν κείνῳ γὰρ ἐὼν λύει πατρώιον οἶκον
καὶ φυγάδας τεύχει καὶ ἐνὶ ξενίῃσιν ἀλήτας.
Ἠέλιος Παφίῃ κοινούμενός ἐστι κάκιστος·
ζῆλον, δυσγαμίην, ἐγκλήματα, ὕβριν, ἀνάγκην,
καὶ ψόγον ἐν λέκτροις, ἀσχήμονά τʼ ἀλλοπρόσαλλον
Καὶ δύνων Κρονίδης ἢ καὶ ὑπόγειος ὑπάρχων
λαμπροτέρας πρήξεις εἰν ἀλλοδαποῖσι τόποισιν,
εὐπορίην δηλοῖ τε καὶ ὀψίτυχόν τινα πίστιν.
Ἢν δʼ ἐσορῇ Στίλβοντʼ Ἄρης ἐπὶ τέρματος αἴης,
θησαυροὺς ἐπέδειξε, καὶ ἐκ χθονὸς ὄλβον ἔδωκεν.
Ἄστοργος θυμοῖσιν ἀεὶ ὀλοώτατος Ἄρης
μὴ καθορῶν Κρονίδην, μηδ’ εὐπλόκαμον Κυθέρειαν.
Οὗτος γὰρ κακός ἐστιν, ὅταν δʼ ἐπίκεντρος ὁδεύων
ὄσσ’ ἀνέχων λεύσσῃ καταλαμπομένην Ἀφροδίτην,
Πᾶς ἀστὴρ πέλετʼ ἠὲ πανήμερος ἠὲ πονηρὸς
ἐν γενεῇ· φαῦλος δʼ ὅτε οἱ παλίνορσος ἐπαχθεὶς
εἰς ἰδίην χώρην αὐτὸς κατʼ ἐπέμβασιν ἔλθοι.
Ἀργαλέων ἄστρων δυνατῶς γίγνωσκε τὰ δῶρα. ——————
ἐν δὲ τέκνοισι μόνοις ἀγνώμονές εἰσι δοτῆρες·