Ancient Greek · ~6 min
23 to 32
MANETHO SEBENNYTA, Fragmenta 23-32
Not analysed yet
Ἑβδόμη δυναστεία Μεμφιτῶν βασιλέων οʹ, οἳ ἐβασίλευσαν ἡμέρας οʹ. Ἑβδόμη δυναστεία Μεμφιτῶν βασιλέων πἐντε, οἳ ἐβασίλευσαν ἡμέρας οεʹ. (οθʹ fragm. 32). Ὀγδόη δυναστεία Μεμφιτῶν βασιλέων χζʹ, οἴ ἐβασίλευσαω ἔτη ρμϛʹ. Γίνονται σὺν τοῖς προτεταγμένοις ἔτη, αχλθʹ τῶν ὀκτὼ δυναστειῶν. Ὀγδόη δυναστεία Μεμφιτῶν βασιλέων πέντε, οἳ ἐβασίλευσαν ἔτη ἑκατόν. Γίνονται σὺν τοῖς προτεταγμένοις ἔτη ἀφϟηʹ τῶν ὀκτὼ δυναστειῶν. (Male his junguntur quae sequuntur ap. Sync. :κατʹ Ἀφρικανόν. Patet haec esse inscriptionem eorum, quae sequuntur de dyn. IX.) Ἐνάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἲ ἐβασίλευσαν ἔτη υθʹ· ὧν δ πρῶτος Ἀχθόης, δειωότατος τῶν πρὸ αὐτοῦ γενόμενος τοῖς ἐν πάσῃ Αἰγύπτῳ κακὰ εἰργάσατο, ὕστερον δὲ μαωίᾳ περιέπεσε καὶ ὑπὸ κροκοδείλου διεφθάρη. Ἐνάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων τεσσάρων, οἳ ἐβασίλευσαν ἔτη ἑκατόν. Ὧν πρῶτος Ἀχθώης (sic cod. B. ,B. ,vgo Ἄχθος), δεινότατος τῶν πρὸ αὺτοῦ γενόμενος, τοῖς ἐν πάσῃ Αἰγύπτῳ κακὰ εἰργάσατο, ὔστερον δὲ μανίᾳ περιέπεσε καὶ ὑπὸ κροκοδείλου διεφθάρη. Δεκάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἲ ἐβασίλευσαν ἔτη ρκεʹ. Δεκάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἲ ἐβασίλευσαν ἔτη ρπεʹ. Ἑνδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιςʹ, οἲ ἐβασίλευσαν ἔτη μγʹ. Μεθ ̓ οὓς Ἀμμενέμης ἔτη, ιςʹ. Μἐχρι τοῦδε τὸν πρῶτον τόμον καταγήοχε Μανεθῶ. Ὁμοῦ βασιλεῖς ρϟβʹ, ἔτη, βτʹ, ἡμέραι οʹ. Ἑνδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιςʹ, οἳ ἐβασίλευσαν ἔτη μγʹ. Μεθ ̓ οὒς Ἀμμεμἐνης ἔτη ιςʹ. Μέχρι τοῦδε τὸν πρῶτον τόμον καταγήοχεν δ Μανεθῶ. Ὁμοῦ βασιλεἰς ρϟβʹ, ἔτη, βτʹ, ἡμέραι οθʹ (scr. οεʹ, ut fr. 24.)