Ancient Greek
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 35
Not analysed yet
Δωδεκάτη δυναστεία Διοσπολιτῶν λιτῶν βασιλέων ἑπτά. Ὧν πρῶτος Σεσόγχωσις Ἀμμενέμου υἱὸς ἔτη μςʹ. βʹ Ἀμμανέμης ἔτη ληʹ, δς ὑπὸ τῶν ἰδίων εὐνούχων ἀνῃρέθη. γʹ Σέσωστρις ἔτη μηʹ, δς λέγεται γεγονέναι πηχῶν δʹ, παλαιστῶν γʹ, δακτύλων βʹ, Ὃς πᾶσαν ἐχειρώσατο τὴν Ἀσίαν ἐν ἐνιαυτοῖς ἐννέα, καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾲκης, πανταχόσε μνημόσυνα ἐγείρας τῆς τῶν ἐπὶ δὲ τοῖς ἀγεννέσι γυναικῶν μόρια ταῖς στήλαις ἐγχαράσσων, ὡς (sic m. ,δς codd.) καὶ ὑπὸ τῶν Αἰγυπτίων (πρῶτον add. m.) μετὰ Ὄσιριν νομισθῆναι. Μεθ ̓ ὃν Λάμαρις (Λάβαρις Goar.) ἔτη ηʹ, ὃς τὴν ἐν Ἀρσενοἵτῃ λαβύρινθον ἑαυτῷ τάφον κατεσκεύασεν. Οἱ δὲ τούτου διάδοχοι ἐπὶ ἔτη μβʹ, οἵ πάντες ἐβασίλευσαν ἔτεσι σμέ.