Ancient Greek
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 50.1
Not analysed yet
Ἀλλὰ περὶ τούτων ἐν ἄλλοις ποιήσομαι τὴν ἐξέτασιν ἀκριβεστέραν. Νυωὶ δὲ τῆς ἀρχαιότητος ταύτης παρατίθεμαι τούς Αἰγυπτίους μάρτθρας. Πάλιν οὖν τὰ τοῦ Μανεθῶνος πῶς ἔχει πρὸς τὴν τῶν χρόνων τάξιν ὑπογράψω. Φησὶ δὲ οὕτω· «Μετὰ τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου τὸν λαὸν τῶν ποιμένων εἰς Ἱεροσόλυμα ὁ ἐκβαλὼν αὐτοὺς ἐξ Αἰγύπτου βασιλεὺς Τέθμωσις (Sethmosis Eus. Arm.) ἐβασίλευσε μετὰ ταῦτα ἔτη εἴκοσι πέωτε καὶ μῆνας τέσσαρας, καὶ ἐτελεύτησε, καὶ παρέλαβε τὴν ἀρχὴν αὐτοῦ υἱὸς Χέβρων ἔτη τρισκαίδεκα. Μεθʹ ὂν Ἀμένωφις εἴκοσι καὶ μῆνας ἑπτά. Τοῦ δὲ ἀδελφὴ Ἀμεσσὶς (Amenses Eus.) εἴκοσι ἒν καὶ μῆνας ἐννέα. Τῆς δὲ Μήφρης δώδεκα καὶ μῆνας ἐννέα. Τοῦ δὲ Μηφραμούθωσις (Mephrathmuthosis E.) εἴκοσι πέντε καὶ μῆνας δέκα (novem E.) . Τοῦ δὲ Θμῶσις (Thmothosis E.) ἐννέα καὶ μῆνας ὀκτώ. Τοῦ δ ̓ Ἀμένωφις (Ἀμενώφθης v. l.) τριάκοντα καὶ μῆνας δέκα Τοῦ δὲ Ὦροςτριάκοντα ἓξ καὶ μῆνας πέντε (ann. 38 et m. 7. Eus.) Τοῦ δὲ θυγάτηρ Ἀκεγχρὴς (v. l. Ἀγκαχηρὶς El. ,Ἀχεγχερὴς Big. ,Ἀγχερὴς Hafn. Chencheres Eus.) δώδεκα καὶ μῆνα ἕνα. Τῆς δὲ Ῥάθωτις (Athosis E.) ἀδελφὸς ἐννέα. Τοῦ δὲ Ἀκευχήρης (Chencheres Eur. h. l. et mox iterum) δώδεκα καὶ μῆνας πέντε. Τοῦ δ ̓ Ἀκεγχήρης ἕτερος δώσεκα καὶ μῆνας τρεῖς. Τοῦ δὲ Ἄρμαϊς τέσσαρα καὶ μῆνα ἕνα. Τοῦ δὲ Ῥαμέσσης ἕν καὶ μῆνας τέσσαρας (hic rex excidit ap. Eus.) Τοῦ δὲ Ἀρμέσσης Μιαμμοῦ ἑξήκοντα ἒξ καὶ μῆνας δύο. Τοῦ δὲ Ἀμένωφις δέκα καὶ ἐννέα καὶ μῆνας ἕξ. Τοῦ δὲ Σέθωσις [ὁ] καὶ Ῥαμέσσης, ἱππικὴν καὶ ναυτικὴν ἔχων δύναμιν. Οὗτος τὸν μὲν ἀδελφὸν Ἄρμαϊν ἐπίτροπον τῆς Αἰγύπτου κατέστησε, καὶ πᾶσαν μὲν αὐτῷ τὴν ἄλλην βασιλικὴν περιέθηκεν ἐξουσίαν, μόνον δὴ ἐνετείλατο διάδημα μὴ φορεῖν, μηδὲ τὴν βασιλίδα μητέρα τε τῶν τέκνων ἀδικεῖν, ἀπέχεσθαι δὲ καὶ τῶν ἄλλων βασιλικῶν παλλακίδων. Αὐτὸς δὲ ἐπὶ Κύπρον καὶ Φοινίκην καὶ πάλιν Ἀσσυρίους τε καὶ Μήδους στρατεύσας, ἅπαντας τοὺς μὲν δόρατι, τοὺς δὲ ἀμαχητὶ, φόβῳ δὲ τῆς πολλῆς δυνάμεως, ὑποχειρίους ἔλαβε. Καὶ μέγα φρονήσας ἐπὶ ταῖς εὐπραγίαις, ἔτι καὶ καὶ θαρσαλεώτερον ἐπορεύετο, τὰς πρὸς ἀνατολὰς πόλεις τε καὶ χώρας καταστρεφόμενος. Χρόνου τε ἱκανοῦ γεγονότος, Ἄρμαῖς ὁ καταλειφθεὶς ἐν Αἰγύπτῳ πάντα τοὔμπαλιν οἶς ἀδελφὸς παρῄνει μὴ ποιεῖν ἀδεῶς ἔπραττεν· καὶ γὰρ τὴν Βασιλίδα βιαίως ἔσχεʹ, καὶ ταῖς ἄλλαις παλλακίσιν ἀφειδῶς διετέλει χρώμενος· πειθόμενος δὲ ὑπὸ τῶν φίλων διάδημα ἐφόρει, καὶ ἀντῇρε τῷ ἀδελφῷ. Ὁ δὲ τεταγμένος ἐπὶ τῶν ἱερῶν τῆς Αἰγύπτου γράψας βιβλίον ἔπεμψε τῷ Σεθώσει, δηλῶν αὐτῷ πάντα, καὶ ὅτι ἀντῇρεν ὁ ἀδελφὸς αὐτοῦ Ἄρμαϊς. Παραχρῆμα οὖν ὑπέστρεψεν εἰς Πηλούσιον, καὶ ἐκράτησε τῆς ἰδίας βασιλείας. Ἡ δὲ χώρα ἐκλήθη ἀπὸ τοῦ αὐτοῦ ὀνόματος Αἴγυπτος. Λέγει γὰρ ὅτι ὁ μὲν Σέθωσις ἐκαλεῖτο Αἴγυπτος, Ἄρμαϊς δὲ ὁ ἀδελφὸς αὐτοῦ Δαναός.» ιϛʹ. Ταῦτα μὲν ὁ Μανεθών. Δῆλον δέ ἐστιν ἐκ τῶν εἰρημένων ἐτῶν τοῦ χρόνου συλλογισθέντος ὅτι οἱ καλούμενοι ποιμένες, ἡμέτεροι δὲ πρόγονοι, τρισὶ καὶ ἐνενήκοντα καὶ τριακοσίοις πρόσθεν ἔτεσιν ἐκ τῆς Αἰγύπτου ἀπαλλαγέντες τὴν χώραν ταύτην ἐπῴκησαν ἢ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι. Καίτοι τοῦτον ἀρχαιότατον Ἀργεῖοι νομίζουσι. Δύο τοίνυν ὁ Μανεθὼν ἡμῖν τὰ μέγιστα μεμαρτύρηκεν ἐκ τῶν παρ ̓ Αἰγυπτίοις γραμμάτων· πρῶτον μὲν τὴν ἑτέρωθεν ἄφιξιν εἰς Αἴγυπτον, ἔπειτα δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν, οὕτως ἀρχαίαν τοῖς χρόνοις, ὡς ἐγγύς που προτερεῖν αὐτὴν τῶν Ἰλιακῶν ἔτεσι χιλίοις. Ὑπὲρ ὧν δ ̓ ὁ Μανεθὼν οὐκ ἐκ τῶν παρ ̓ Αἰγυπτίοις γραμμάτων, ἀλλ ̓ ὡς αὐτὸς ὡμολόγησεν, ἐκ τῶν ἀδεσπότως μυθολογουμένων προστέθεικεν ὕστερον (v. fr. 52) ἐξελέγξω κατὰ μέρος, ἀποδεικνὺς τὴν ἀπίθανον αὐτοῦ ψευδολογίαν. (Sequitur disputatio Josephi.)