Ancient Greek
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 49
Not analysed yet
Σαϊτικός] Ἐκ τῶν Μανεθὼ Αἰγυπτιακῶν. Ἑπτακαιδεκάτη δυναστεία ἦσαν ἀδελφοὶ Φοίνικες ξένοι βασιλεῖς, οἲ καὶ Μέμφιν εἷλον, ὧν πρῶτος Σαΐτης ἐβασίλευσεν ἔτη ιθʹ, ἀφ ̓ οὗ καὶ ὁ Σαΐτης νομὸς ἐκλήθη· οἲ καὶ ἐν τῷ Σεθρωΐτῃ (sic) νομῷ πόλιν ἔκτισαν, ἀφʹ ἧς ὁρμώμενοι Αἰγυπτίους ἐχειρώσαντο. Δεύτερος αὐτῶν Βνῶν ἔτη μʹ, τρίτος Ἀρχάρης (scr. Ἄρχλης) ἔτη λʹ, τέταρτος Ἄφωφις ἔτη ιδʹ. Ὁμοῦ ργʹ. Ὁ δὲ Σαΐτης προσέθηκε τῷ μηνὶ μηνὶ ὥρας ιβʹ, ὡς εἶναι ἡμερῶν λ', καὶ τῷ ἐνιαυτῷ ἡμέρας ϛʹ (εʹ), καὶ γέγονε ἡμερῶν τξεʹ.