Ancient Greek
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 53
Not analysed yet
Ὀκτωκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιδʹ. Ὧν πρῶτος Ἄμωσις ἔτη κεʹ. βʹ Χεβρὼν δεύτερος ἔτη ιγʹ. γʹ Ἀμμενῶφις ἔτη καʹ. δʹ Μίφρης ἔτη ιβʹ. εʹ Μισφραγμούθωσις ἔτη κςʹ. Ὁμοῦ ἀπ ̓ Ἀμώσεως τοῦ πρώτου τῆς προκειμένης ιηʹ δυναστείας ἕως Μισφραγμουθώσεως ἀρχῆς κατὰ Εὐσέβιον ἔτη γίγνονται οαʹ, βασιλεῖς πέντε ἀντὶ τῶν ἕξ· τὸν γὰρ τέταρτον Ἀμένσην παραδραμὼν, οὗ ὁ Ἀφρικανὸς καὶ οἱ λοιποὶ μέμνηνται, ἔτη κβʹ αὐτοῦ ἐκολόβωσεν. ϛʹ Τούθμωσις ἔτη θʹ. ζʹ Ἀμένωφις ἔτη λαʹ. Οὗτός ἐστιν ὁ Μέμνων εἰναι νομιζόμενος καὶ φθεγγόμενος λίθος. ηʹ Ὦροςἔτη λςʹ (ἐν ἄλλῳ ληʹ, rectius; in latinis Euseb. 28: corrupte). θʹ Ἀχενχέρσης [ἔτη ιβʹ.] Ἄθωρις ἔτη λθʹ (leg. θʹ). Κενχέρης] ἔτη ιϛʹ. Κατὰ τοῦτον Μωυσῆς τῆς ἐξ Αἰγύπτου πορείας τῶν Ἰουδαίων ἠγήσατο. (Addit Syncell. :Μόνος Εὐσέβιος ἐπὶ τούτου λέγει τὴν τοῦ Ἰσραὴλ διὰ Μωυσέως ἔξοδον, μηδενὸς αὐτῷ λόγου μαρτυροῦντος, ἀλλὰ καὶ πάντων ἐναντιουμένων τῶν πρὸ αὐτοῦ, ὡς μαρτυρεῖ.) ιʹ Ἀχερρῆς ἔτη ηʹ. ιαʹ Χερρῆς ἔτη ιεʹ. ιβʹ Ἄρμαϊς ὁ καὶ Δαναὸς ἔτη εʹ, μεθ' ἃ ἐκ τῆς Αἰγύπτου ἐκπεσὼν καὶ φεύγων τὸν ἀδελφὸν Αἴγυπτον εἰς τὴν Ἑλλάδα ἀφικνεῖται, κρατήσας τε τοῦ Ἄργους βασιλεύει τῶν Ἀργείων. ιγʹ Ῥαμεσσῆς (sic ex Euseb. Arm. Dindorf. ; libri Ἀμμεσῆς) ὁ καὶ Αἴγυπτος, ἔτη ξηʹ. δʹ Ἀμμένωφις ἔτη μʹ. Ὁμοῦ ἔτη τμη'. Προσέθηκεν ὑπὲρ τὸν Ἀφρικανὸν ἔτη πεʹ Εὐσίβιος κατὰ τὴν ιη' δυναστείαν. Eadem Syncellus dixit p. 62, C: Εὐσέβιος δύο βασιλεῖς περιέκρυψεν, ἔτη δὲ προσέθηκε πεʹ, τμηʹ παραθεὶς ἀντὶ αξγ' τῶν παρ ̓ Ἀφρικανῷ