Ancient Greek
73 to 76
MANETHO SEBENNYTA, Fragmenta 73-76
Not analysed yet
Πρώτη καὶ τριακοστὴ δυναστεία Περσῶν βασιλέων τριῶν. αʹ Ὦχος εἰκοστῷ ἔτει τῆς ἑαυτοῦ βασιλείας Περσῶν ἐβασίλευσεν Αἰγύπτου ἔτη βʹ. βʹ Ἀρσῆς ἔτη γʹ. γʹ Δαρεῖος ἔτη δʹ. Ὁμοῦ ἔτη τρίτου τόμου ,ανʹ (scr. ωνʹ). Μέχρι τῶνδε Μανεθῶ (libri Μανεθῶς). Τριακοστὴ πρώτη δυναστεία Περσῶν βασιλέων τριῶν. αʹ. Ὦχος εἰκοστῷ ἔτει τῆς αὑτοῦ Περσῶν βασιλείας αρατεῖ τῆς Αἰγύπτου ἔτη ζʹ. βʹ. Μεθ ̓ δν Ἀρσῆς Ὦχου ἔτη δʹ. γʹ. Μεθ ̓ δν Δαρεῖος ἔτη ἕξ· δν Ἀλέξανδρος ὁ Μακεδὼν καθεῖλε. Ταῦτα τοῦ τρίτου Μανεθῶ. Mέχρι τῶνδε Μανεθῶ. Πᾶσαν μὲν τὴν Αἰγυπτιακὴν ἱστορίαν εἰς πλάτος τῆς Ἑλλήνων μετείληφε φωνῆς ἰδίως τε τὰ περὶ τῆς κατ ̓ αὐτοὺς θεολογίας Μανεθῶς ὁ Αἰγύπτιος, ἔν τε ᾗ ἔγραψεν Ἱερᾷ βίβλῳ καὶ ἐν ἑτέροις αὐτοῦ συγγράμμασι. Τῶν πολλῶν νομιζόντων ἴδιον παρ ̓ Αἰγυπτίοις ὄνομα τοῦ Διὸς εἶναι τὸν Ἀμοῦν (ὅ παράγοντες ἡμεῖς Ἄμμωνα λέγομεν), Μανεθὼς μὲν ὁ Σεβεννύτης τὸ κεκρυμμένον οἴεται καὶ τὴν κρύψιν ὑπὸ ταύτης δηλοῦσθαι τῆς φωνῆς. Βεβῶνα δὲ τινὲς μὲν ἕνα τῶν [τοῦ] Τυφῶνος ἑταίρων γεγονέναι λέγουσιν, Μανεθὼς δ ̓ αὐτὸν τὸν Τυφῶνα καὶ Βέβωνα καλεῖσθαι. Σημαίνει δὲ τοὔνομα κάθεξιν ἢ κώλυσιν, ὡς τοῖς πράγμασιν ὁδῷ βαδίζουσι καὶ πρὸς ὅ χρὴ φερομένοις, ἐνισταμένης τῆς τοῦ Τυφῶνος δυνάμεως.