Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 78
Not analysed yet
Πτολεμαῖος δὲ ὁ Σωτὴρ ὄναρ εἶδε τὸν ἐν Σινώπῃ τοῦ Πλούτωνος κολοσσὸν, οὐκ ἐπιστάμενος, οὐδὲ ἑωρακὼς πρότερον, οἷος [ἦν] τὴν μορφὴν, κελεύοντα κομίσαι τὴν ταχίστην αὐτὸν εἰς Ἀλεξάνδρειαν. Ἀγνοοῦντι δ ̓ αὐτῷ καὶ ἀποροῦντι, ποῦ καθίδρυται, καὶ διηγουμένῳ τοῖς φίλοις τὴν ὄψιν, εὑρέθη πολυπλανὴς ἄνθρωπος, ὄνομα Σωσίβιος, ἐν Σινώπῃ φάμενος ἑωρακέναι τοιοῦτον κολοσσὸν, οἷον ὁ βασιλεὺς ἰδεῖν ἔδοξεν. Ἔπεμψεν οὖν Σωτέλη καὶ Διόνυσον, οἲ χρόνῳ πολλῷ καὶ μόλις, οὐκ ἄνευ μέντοι θείας προνοίας, *ἤγαγον ἐκκλέψαντες. Ἐπεὶ δὲ κομισθεὶς ὤφθη, συμβαλόντες οἱ περὶ Τιμόθεον τὸν ἐξηγητὴν καὶ Μανέθωνα τὸν Σεβεννύτην Πλούτωνος εἶναι ἄγαλμα, τῷ Κερβέρῳ τεκμαιρόμενοι καὶ τῷ δράκοντι, πείθουσι τὸν Πτολεμαῖον, ὡς ἑτέρου θεῶν οὐδενὸς, ἀλλὰ Σαράπιδός ἐστιν. Οὐ γὰρ ἐκεῖθεν οὕτως ὀνομαζόμενος ἧκεν, ἀλλ ̓ εἰς Ἀλεξάνδρειαν κομισθεὶς τὸ παρ ̓ Αἰγυπτίοις ὄνομα τοῦ Πλούτωνος ἐκτήσατο, τὸν Σάραπιν.