Ancient Greek
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 84-2
Not analysed yet
Τὸ δὲ κῦφι, μῖγμα μὲν ἑκκαίδεκα γενῶν συντιθεμένων ἐστὶ, μέλιτος καὶ οἴνου καὶ σταφίδος καὶ κυπέρου, ῥητίνης τε καὶ σμύρνης καὶ ἀσπαλάθου καὶ σεσέλεως, ἔτι δὲ σχίνου τε καὶ ἀσφάλτου καὶ θρύου καὶ λαπάθου, πρὸς δὲ τούτοις, ἀρκευθίδων ἀμφοῖν (ὦν τὴν μὲν μείζονα, τὴν δὲ ἐλάττονα καλοῦσι) καὶ καρδαμώμου καὶ καλάμου, κτλ.