Ancient Greek
4
Marcellus Ancyranus, Expositio Fidei 4
Not analysed yet
Ἑκάτερα τοίνυν τὰ περὶ τὸ κτίσμα ῥητὰ σωματικῶς εἰς τὸν Ἰησοῦν γέγραπται· ἀρχὴ γὰρ ὁδῶν ἐκτίσθη ὁ Κυριακὸς ἄνθρωπος, ὅν εἰς σωτηρίαν ἡμῖν ἐφανέρωσε. Διὰ τούτου γὰρ πρὸς τὸν Πατέρα ἔχομεν προσαγωγήν· αὐτὸς γάρ ἐστιν ἡ ὁδός, ἡ πρὸς τὸν Πατέρα ἀνάγουσα ὑμᾶς . Ὁδὸς δὲ σωματικόν τί ἐστι θέαμα, ἥτις ἐστὶν ὁ Κυριακὸς ἄνθρωπος. Τὰ πάντα γοῦν ἔκτισεν ὁ τοῦ Θεοῦ λόγος οὐκ ὢν κτίσμα, ἀλλὰ γέννημα. Οὐδὲν γὰρ τῶν κτισμάτων ἔκτισέ τι ἴσον ἢ ὅμοιον ἑαυτῷ· Πατρὶ δὲ ἔοικε τὸ γεννᾷν, τεχνίτῃ δὲ τὸ κτίζειν. Ποίημα γοῦν ἐστι καὶ κτίσμα τὸ ὃ δι’ ἡμᾶς ἐφόρεσε σῶμα ὁ Κύριος, Ὃ ἐγεννήθη ἡμῖν, ὥς φησιν ὁ Παῦλος, ἀπὸ Θεοῦ σοφία καὶ ἁγιασμὸς καὶ δικαιοσύνη καὶ ἀπολύτρωσις· καίπερ πρὸ ἡμῶν καὶ πάσης κτίσεως σοφία τοῦ Πατρὸς ἦν ὁ Λόγος καὶ ἔστι. Τὸ δὲ ἅγιον Πνεῦμα, ἐκπόρευμα ὂν τοῦ Πατρὸς, ἀεί ἐστιν ἐν ταῖς χερσὶ τοῦ πέμποντος Πατρὸς καὶ τοῦ φέροντος Υἱοῦ, δι’ οὗ ἐπλήρωσε τὰ πάντα. Ὁ Πατὴρ συνέχων ἐξ ἑαυτοῦ τὸ εἶναι, ἐγέννησε τὸν Υἱὸν, ὡς ἔφαμεν, καὶ οὐκ ἔκτισεν, ὡς ποταμὸν ἀπὸ πηγῆς, καὶ ὡς βλαστὸν ἀπὸ ῥίζης, καὶ ὡς ἀπαύγασμα ἀπὸ φωτός, ἃ οἶδεν ἡ φύσις ἀδιαίρετα· δι’ οὗ τῷ Πατρὶ δόξα, κράτος, μεγαλοσύνη πρὸ πάντων τῶν αἰώνων ,καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.