Ancient Greek · ~3 min
Fragment 100
Marcellus Ancyranus, Fragmenta 100
Not analysed yet
Re 89 ἄνθρωπον γὰρ τὸν σωτῆρα εἶναι βούλονται· δῆλον δὲ ἀφ’ ὧν πανούργως τά τοῦ ἀποστόλου ῥητὰ Εὐσέβιος πρὸς τὸ ἑαυτοῦ μετήνεγκεν βούλημα. ὡς γὰρ ἐκ παλαιᾶς τινος ὠδῖνος μεγίστην ἀποκυῆσαι βουλόμενος βλα- σφημίαν, »ἐξέχεεν ἀπὸ τοῦ ἰδίου θησαυροῦ‘‘ κατὰ τὴν τοῦ σωτῆρος ῥῆσιν »τὸ πονηρόν«. ἄνθρωπον γὰρ μόνον τὸν σωτῆρα δεῖξαι βουλόμενος, ὡς μέγιστον ἡμῖν ἀπόρρητον τοῦ ἀποστόλου ἀνακαλύπτων μυστήριον, οὕτως ἔφη· διὸ σαφέστατα καὶ ὁ θεῖος ἀπόστολος τὴν ἀπόρρητον ἧμίν καὶ μυστικὴν παραδιδοὺς θεολογίαν βοᾷ καὶ κέκραγεν »εἷς ὁ θεός«, εἶτα μετὰ τὸν ἵνα θεόν φησιν ’ρεῖς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς«. εἰ τοίνυν ἄνθρωπον αὐτὸν εἶναί φησιν τῇ κατὰ σάρκα αὐτοῦ μόνῃ προσέχων οἰκονομίᾳ, πάντως κἀκεῖνο συνομολογεῖ, τὸ μηδὲ ἔχειν ἐλπίδα ἐπ’ αὐτόν. »ἐπικατάρατος« γὰρ »ἄνθρωπος« ὁ προφήτης ῾Ιερεμίας ἔφη »ὕς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον«.