Ancient Greek
Fragment 115
Marcellus Ancyranus, Fragmenta 115
Not analysed yet
Re 102 ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γραφῶν ἀποδείξεσιν χρώμενοι. ἔστιν μὲν μία ἡ λέγουσα ψῶ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον ἑτέρα ἑτέρα δέ »ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοῖς, καὶ αὖθις ὃ κύριος ἐβασίλευσεν ,ἀγαλλιάσθω ἡ γῆ«. καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι, ὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διά τοῦ λόγου. εἰ οὑν εἴληφεν ἀρχὴν βασιλείας πρὸ ἐτῶν ὅλων οὐ πλειόνων ἢ τετρα- κοσίων, οὐδὲν παράδοξον, εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολός φησιν παραδώσειν τῆν’ βασιλείαν, δηλονότι τῴ θεῶ τοῖ καταστήσαντι αὐτόν, ὡς ἧ γραφή φησιν, βασιλέα.