Ancient Greek · ~2 min
Fragment 17
Marcellus Ancyranus, Fragmenta 17
Not analysed yet
Re 14 πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με,,, θεμέλιον μὲν τοῦτον ὀνομάζων, τὴν κατὰ σάρκα αὐτοῦ προορισθεῖσαν οἰκονομίαν. ὡς καὶ ὁ ἀπόστολος λέγει »θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός«. ἑνὸς δὲ αἰῶνος ἐνταῦθα μέμνηται, ἀφ’ οὗ τὰ κατὰ τὸν Χριστὸν τεθεμελιῶσθαι ἔφη, καίτοι πολλῶν παρεληλυθότων αἰώνων, ὡς ὁ Δαυὶδ ἔφη »ὁ ὑπάρχων πρὸ τῶν αἰώνων«.