Ancient Greek · ~1 min
Fragment 23
Marcellus Ancyranus, Fragmenta 23
Not analysed yet
Re 20 τι τοίνυν ἔστιν καὶ τουτὶ τὸ κεφάλαιον »πρὸ τοῦ προελθεῖν τἀς πηγὰς τῶν ὑδάτων«; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν. τοῦτο δὲ ἧμίν τὸ μυστήριον παρίστησιν ἧ τῆς ᾿Εξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα. δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων, δώδεκα πηγῶν μεμνηται.