Ancient Greek · ~1 min
Fragment 40
Marcellus Ancyranus, Fragmenta 40
Not analysed yet
Re 33 τούτοις δὲ τοῖς ῥητοῖς καὶ ὁ τούτου πατὴρ πειθόμενος Παυλίνος, ταὐτὰ λέγειν τε καὶ γράφειν οὐκ ὀκνεῖ, ποτὲ μὲν δεύτερον θεὸν λέγων τὸν Χριστὸν καὶ τοῦτον ἀνθρωπικώτερον γεγενῆσθαι θεόν, ποτὲ δὲ κτίσμα αὐτὸν εἶναι διοριζόμενος. ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, καὶ πρὸς ἡμὰς ποτε, τὴν Ἄγκυραν διιών, κτίσμα εἶναι τὸν Χριστὸν ἔφασκεν.